Digital Corpus for Graeco-Arabic Studies

Galen: De Bonis Malisque Sucis (On Good and Bad Juices)

Kühn 1823

καιρὸν, ἐν ᾧ μικρὸν ἔμπροσθεν ἔφην ἐπιτηδείως ἄν τινα πιεῖν ψυχρόν. ἄλλο δ’ ἄλλῳ τὸ μέτρον ἔστω τοῦ ψύχοντος ἐδέσματός τε καὶ πόματος, οἷς μὲν χρῆσθαι χιόνι σύνηθες, ἐκείνῃ προψύχουσιν, οἷς δ’ ἀπὸ πηγῆς ὕδατι προσφάτῳ, μηδὲν χιόνος δεομένοις. ἔστω δὲ ὁ κεραννύμενος οἶνος ὡσαύτως προεψυχρισμένος· οὕτως γὰρ ὀνομάζειν ἔθος ἐστὶ τοῖς ἰατροῖς τοὺς ἐν ὕδατι ψυχροτάτῳ προεψυγμένους, ἀγγείου δηλονότι τὸν οἶνον ἔχοντος ἐνισταμένου τῷ ὕδατι. ταῦτα μὲν οὖν ὑποτίθεμαι τοῖς ᾑρημένοις βίον ἐν ἀσχολίᾳ, καθάπερ οἱ διοικοῦντες ἔθνη καὶ πόλεις, ἔτι τε μᾶλλον οἱ τούτων ὑπηρέται, καὶ τούτων οὐδὲν ἧττον ὅσοι κατὰ πόλεμον ἢ ἐν ὁδοιπορίαις μακραῖς διατρίβουσιν. ὅσοι δὲ ἐλεύθεροι τῆς τοιαύτης ἀσχολίας, εἰ μὲν ἔθος ἔχοιεν γυμνάζεσθαι, σπανιώτατα δεήσονται πόσεως ψυχροῦ· μὴ γυμναζόμενοι δὲ, θέρους ὥρᾳ ἀκμαίου, θερμότητος αἰσθανόμενοι πολλῆς, ἀβλαβῶς ἂν ἀπὸ πηγῆς πίνοιεν ἀπεχόμενοι χιόνος. εἰ γὰρ καὶ παραχρῆμα τὰ νέα τῶν σωμάτων οὐδὲν αἰσθητὸν ἡ χιὼν

Work

Title: Galen: De Bonis Malisque Sucis
English: On Good and Bad Juices
Original: Περὶ εὐχυμίας καὶ κακοχυμίας τροφῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1823

Series: Claudii Galeni Opera Omnia

Volume: 6

Pages: 749-815

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_052.xml [135 Kb]