Digital Corpus for Graeco-Arabic Studies

Galen: De Bonis Malisque Sucis (On Good and Bad Juices)

Kühn 1823

φαίνοιτο βλάπτουσα, λεληθότως γοῦν κατὰ βραχὺ τῆς βλάβης αὐξανομένης ἐπὶ προήκοντι τῷ χρόνῳ, παρακμαζούσης τε τῆς ἡλικίας, ἀνίατά τε καὶ δυσίατα αὐτοῖς νοσήματα γίνεται κατ’ ἄρθρα καὶ νεῦρα καὶ σπλάγχνα. πάσχειν δὲ εἰκὸς ἑκάστῳ τῶν βλαπτόντων ἐκεῖνο τὸ μέρος τοῦ σώματος, ὅπερ ἀσθενέστατον ἦν φύσει.

Μέγιστον δ’ εἴς τε κακοχυμίαν καὶ νόσον ἐστὶν ἀπεψία συνεχὴς, ἐάν τ’ ἐπ’ εὐχύμοις, ἐάν τ’ ἐπὶ κακοχύμοις ἐδέσμασι γίγνηται· πρόδηλον δ’, ὅτι πολὺ χείρων ἡ ἐπὶ τοῖς κακοχύμοις. διττῶν δ’ ὄντων αὐτῶν, ἐπὶ μὲν τοῖς τὸν λεπτὸν γεννῶσι χυμὸν ὀξέα νοσήματα γίνεται μετὰ κακοήθων πυρετῶν, εἰ δ’ εἰς ἓν μόριον ἀποσκήψειεν ἡ κακοχυμία, τά τ’ ἐρυσιπέλατα καὶ οἱ ἕρπητες, εἴ τέ τι θερμὸν οὕτω πάθος ἄλλο· ἐπὶ δὲ τοῖς τὸν παχὺν ἀρθρίτιδες, καὶ ποδάγραι, καὶ νεφρίτιδες, ἄσθματά τε καὶ σπληνὸς καὶ ἥπατος σκιῤῥώδεις διαθέσεις. οἷς δ’ ἡ κακοχυμία μελαγχολικὴ, καρκῖνοι, καὶ λέπραι, καὶ ψῶραι, καὶ πυρετοὶ τεταρταῖοι, καὶ μελαγχολίαι, κακόχροιαί τε μέλαιναι μετὰ σπληνὸς

Work

Title: Galen: De Bonis Malisque Sucis
English: On Good and Bad Juices
Original: Περὶ εὐχυμίας καὶ κακοχυμίας τροφῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1823

Series: Claudii Galeni Opera Omnia

Volume: 6

Pages: 749-815

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_052.xml [135 Kb]