De Bonis Malisque Sucis (On Good and Bad Juices)
Kühn 1823
ἐρυσιπελατωδῶν τε καὶ σκιῤῥωδῶν, οὕτω καὶ
κατά τινα τῶν ἐν βάθει μορίων, ὅσα κυριώτερα, τοσαύτας
διαθέσεις ἐγχωρεῖν γεγονέναι. μόνοις δὲ τοῖς ἀποστᾶσι τῆς
κατὰ τοὺς χυμοὺς Ἱπποκράτους διδασκαλίας ὁ λογισμὸς ἐπεπήρωτο,
πάντα μᾶλλον ἢ τοὺς χυμοὺς αἰτιᾶσθαι τολμῶσιν.
ἔνιοι δ’ αὐτῶν ὡμολόγησάν μοι λαθραίως, ὁρᾷν μὲν ἐναργῶς
τὴν πρὸς Ἱπποκράτην φιλονεικίαν τῶν οὐδὲν οὐδ’ εἰς
νόσον ἡγουμένων ἀγαθὸν ἢ κακὸν ἐκ χυμῶν γίνεσθαι, μεταστῆναι
δ’ αἰδεῖσθαι πρὸς Ἱπποκράτην μετὰ πεντήκοντα
τῆς ἡλικίας ἔτη· δόξειν μὲν γὰρ οὕτως ἔφασαν οὐ τοὺς
μαθητὰς μόνους, ἀλλὰ καὶ τοὺς χρωμένους ἡμῖν ἐν ἅπαντι
τῷ πρόσθεν χρόνῳ βεβλαφέναι. καὶ μέντοι καὶ τιμᾶσθαι μὲν
ἔλεγον ἤδη πρὸς πολλῶν ἀνθρώπων, ὡς ἐπ’ ἀληθέσιν οἶς
ἐπρέσβευον δόγμασιν· ἐὰν δὲ καὶ ταῦθ’ ὁμολογήσωσιν εἶναι
μοχθηρὰ, καὶ τῶν ἄλλων ἀμαθέστεροι φανεῖσθαι, καὶ μηδένα
τῶν ἔμπροσθεν αὐτοῖς χρωμένων αὖθις ἔτι χρήσεσθαι.
τούτοις μὲν οὖν πολλὴν συγγνώμην νέμειν εὔλογον ἡμᾶς, οὐ
Work
Title: De Bonis Malisque Sucis
English: On Good and Bad Juices
Original: Περὶ εὐχυμίας καὶ κακοχυμίας τροφῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1823
Series: Claudii Galeni Opera Omnia
Volume: 6
Pages: 749-815
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_052.xml [135 Kb]