De Bonis Malisque Sucis (On Good and Bad Juices)
Kühn 1823
γιγνόμενος, εἰ χρονίσαιεν, εἰς ἐρυθρὰν μὲν ἢ κιῤῥὰν
πρότερον ἀφικνοῦνται ποιότητα, μετὰ ταῦτα δ’ εἰς ξανθότητα,
καὶ ὁ λευκὸς, ὁποῖος ὁ Βιθυνὸς Ἀμιναῖος. ὀνομάζουσι
δὲ Ῥωμαῖοι τὸν οὕτως παλαιωθέντα κέκουβον, ὃν οὐκ
ἂν ἔτι γνωρίσαις ἐξ ὁποίου γένους ἦν. ἤδη δ’ ὁ τοιοῦτός
ἐστι καὶ πικρὸς καὶ διὰ τοῦτ’ αὖ μὴ ἐπιτήδειος εἰς πόσιν. ἀλλ’
οἵ γε καπηλεύοντες τοὺς οἴνους μιγνύντες τοῖς νέοις τοὺς τοιούτους,
ὡς παλαιοὺς πιπράσκουσιν, ἐξαπατῶντες τῇ πικρότητι
τοὺς ἀγνοοῦντας ἀκριβῶς οἴνων γεύεσθαι. φεύγειν οὖν
χρὴ τῶν οὕτω παλαιῶν τὴν πόσιν, ὥσπερ καὶ τῶν πάνυ νέων.
οἱ μὲν γὰρ ὑπερθερμαίνουσιν, οἱ δ’ οὐδ’ ὅλως θερμαίνουσιν,
ἔστ’ ἂν ὦσιν νέοι. τοσοῦτον γὰρ δέουσιν συντελεῖν τι ταῖς
τῶν σιτίων πέψεσιν, ὥστ’ αὐτοὶ μόλις πέπτονται. πρὸς
τούτοις δ’ οὐδ’ ὑπέρχονται κατὰ τὴν κοιλίαν, οὔτ’ ἀναδίδονται
ῥᾳδίως, οὔτ’ οὖρα προτρέπουσιν, οὔθ’ αἱματώσει συντελοῦσιν,
οὐδὲ θρέψει, διαμένουσι δ’ ἐπὶ πλεῖστον ἐν τῇ
γαστρὶ μετέωροι παραπλησίως ὕδατι, κᾂν βραχύ τις αὐτῶν
Work
Title: De Bonis Malisque Sucis
English: On Good and Bad Juices
Original: Περὶ εὐχυμίας καὶ κακοχυμίας τροφῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1823
Series: Claudii Galeni Opera Omnia
Volume: 6
Pages: 749-815
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_052.xml [135 Kb]