
De Dignotione ex Insomniis (On Diagnosis from Dreams)
Kühn 1823
διαθέσει τοῦ σώματος διδόναι χρή· κατὰ μέντοι τὴν παρακμὴν
τοιοῦτον ὄναρ θεασάμενος, βεβαιοτέραν ἡμῖν ἔνδειξιν
ἐργάσεται τῆς τῶν ἐπικρατούντων χυμῶν ψυχρότητος, ἔτι
δὲ μᾶλλον, ἐὰν μὴ ἐδηδοκὼς ᾖ τι τῶν φλεγματικῶν ἐδεσμάτων,
ὧν ἐν τῇ γαστρὶ περιεχομένων, ἐνδέχεται τοιαύτην τινὰ
γενέσθαι φαντασίαν, καίτοι τῆς ἐν ὅλῳ τῷ σώματι διαθέσεως
οὐκ οὔσης ὁμοίας. ἐπεὶ δὲ ἐν τοῖς ὕπνοις οὐκ ἐπὶ
ταῖς τοῦ σώματος ἡ ψυχὴ διαθέσεσι φαντάζεται μόνον, ἀλλὰ
κᾀκ τῶν συνήθως ἡμῖν πραττομένων ὁσημέραι, ἔνια δὲ ἐξ
ὧν πεφροντίκαμεν, καὶ δή τινα μαντικῶς ὑπ’ αὐτῆς προδηλοῦνται,
(καὶ γὰρ τοῦτο τῇ πείρᾳ μαρτυρεῖται,) δύσκολος ἡ
διάγνωσις τοῦ σώματος γίγνεται ἐκ τῶν ἀπὸ τοῦ σώματος
ὁρμωμένων ἐνυπνίων. εἰ μὲν γὰρ ἀπὸ τῶν ἐφ’ ἡμέρας πραττομένων
ἢ φροντιζομένων ἔδει διακρίνειν αὐτὸ μόνον, οὐδὲν
ἂν ἦν χαλεπὸν, ὅσα μηδὲ πέπρακται, μηδὲ φροντίζεται,
ταῦτα ἐκ τοῦ σώματος ὁρμᾶσθαι δοκεῖν· ἐπεὶ δὲ καὶ μαντικά
τινα συγχωροῦμεν εἶναι, πῶς ταῦτ’ ἂν διακριθείη τῶν
ἀπὸ τοῦ σώματος ὁρμωμένων, οὐ ῥᾴδιον εἰπεῖν. ἐθεάσατο
Work
Title: De Dignotione ex Insomniis
English: On Diagnosis from Dreams
Original: Περὶ τῆς ἐξ ἐνυπνίων διαγνώσεως
Domains: Medicine, Psychology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1823
Series: Claudii Galeni Opera Omnia
Volume: 6
Pages: 832-835
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_054.xml [8.0 Kb]