De Morborum Differentiis (Differences of Diseases)
Kühn 1823
ἡντιναοῦν ἐξ αὐτῶν, νοσεῖν ἐκείνῳ τῷ μέρει νομίζουσιν. εἰ
δὲ ταῦθ’ οὕτως ἔχει, τὴν ὑγείαν ἐν δυοῖν τούτοιν ζητητέον,
ἢ ἐν ταῖς κατὰ φύσιν ἐνεργείαις, ἢ ἐν ταῖς κατασκευαῖς τῶν
ὀργάνων, ὑφ’ ὧν ἐνεργοῦμεν· ὥστε καὶ ἡ νόσος ἢ ἐνεργείας
ἐστὶν, ἢ κατασκευῆς βλάβη. ἀλλ’ ἐπεὶ καὶ κοιμώμενοι, καὶ
ἄλλως ἐν σκότῳ καὶ ἡσυχίᾳ διάγοντες, ἢ κατακείμενοι πολλάκις
οὔτε τι μέρος κινοῦμεν, οὔθ’ ὅλως αἰσθανόμεθα τῶν
ἔξωθεν οὐδενὸς, οὐδὲν μὴν ἧττον ὑγιαίνομεν, κᾀν τούτῳ
δῆλον, ὡς οὐ τὸ ἐνεργεῖν ἐστι τὸ ὑγιαίνειν, ἀλλὰ τὸ δύνασθαι.
δυνάμεθα δὲ ἐνεργεῖν ἐκ τῆς κατὰ φύσιν κατασκευῆς·
ἐν ταύτῃ ἄρα τὸ ὑγιαίνειν ἐστίν. ἕξει δὴ λόγον αἰτίας ἡ
κατασκευὴ πρὸς τὴν ἐνέργειαν· ὥστ’, εἴτε τὴν κατὰ φύσιν
ἁπάντων τῶν μορίων κατασκευὴν ὑγείαν ὀνομάζειν ἐθέλοις,
εἴτε τὴν τῶν ἐνεργειῶν αἰτίαν, εἰς ταὐτὸν ἄμφω τὼ λόγω
συμβαίνουσιν. ἀλλ’ εἴπερ ἡ ὑγεία τοῦτο, δῆλον ὡς ἡ νόσος
τὸ ἐναντίον, ἤτοι κατασκευή τις παρὰ φύσιν, ἢ βλάβης
ἐνεργείας αἰτία. δῆλον δὲ ὡς, εἰ καὶ διάθεσιν εἴποις παρὰ
Work
Title: De Morborum Differentiis
English: Differences of Diseases
Original: Περὶ διαφορᾶς νοσημάτων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1823
Series: Claudii Galeni Opera Omnia
Volume: 6
Pages: 836-880
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_055.xml [87 Kb]