De Morborum Differentiis (Differences of Diseases)
Kühn 1823
αὐτὸ πλείονος ἐπιτραφέντος ἐν ταῖς τοιαύταις διαθέσεσι,
δυσκίνητον ὑπὸ στενοχωρίας τὴν ὅλην ἔσχον διάρθρωσιν.
αὗται μὲν οὖν ἐπίκτητοι κακίαι σχημάτων. σύμφυτοι δὲ
κυουμένων ἔτι κατὰ τὴν πρώτην διάπλασιν ἐμποδισθεῖσαν
ἐν ἅπαντι μορίῳ τοῦ σώματος γίγνονται, νοσῶδες
ἐκείνῳ τῷ μορίῳ τὸ ζῶον ἐργαζόμεναι. χρὴ γὰρ καὶ τὸ
τῆς καρδίας σχῆμα, καὶ τὸ τοῦ πνεύμονος, καὶ τὸ τῆς
γαστρὸς, ἐγκεφάλου τε καὶ γλώσσης, καὶ σπληνὸς, καὶ νεφρῶν,
καὶ τῶν ἄλλων ἁπάντων φυλάττεσθαι· γενομένης
γάρ τινος βλάβης ἀμφ’ αὐτὰ, χεῖρον ἀνάγκη καὶ τὸ οἰκεῖον
ἔργον ἀποτελεῖσθαι τοῦ σύμπαντος ὀργάνου. καὶ
μὴν καὶ τὸ τῶν κοιλοτήτων ἁπασῶν τῶν κατὰ τὰ μόρια
μέγεθός τε καὶ πλῆθος εἰ μὴ φυλάττοιτο, βλάπτοιτο ἂν
ἐξ ἀνάγκης καὶ διὰ ταῦθ’ ἡ ἐνέργεια. πολλὰ δὲ τὰ τοιαῦτα
νοσήματα, τὰ μὲν συμφύσει τινὶ, τὰ δὲ ἐμφράξει
γλίσχρων ὑγρῶν καὶ παχέων συνιστάμενα, τὰ δ’ αὖ αὐαινομένων
τῶν σωμάτων, ἢ στενοχωρουμένων ὑπό τινος τῶν
περικειμένων, ἐμπίπτοντος αὐτοῖς καὶ θλίβοντος. ἐνίοτε
Work
Title: De Morborum Differentiis
English: Differences of Diseases
Original: Περὶ διαφορᾶς νοσημάτων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1823
Series: Claudii Galeni Opera Omnia
Volume: 6
Pages: 836-880
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_055.xml [87 Kb]