De Morborum Differentiis (Differences of Diseases)
Kühn 1823
μὲν ἅμα τοῖς ἕλκεσιν, ἔστιν ὅτε δὲ καὶ χωρὶς ἐκείνων
συνιστάμενα. σύνθετα γοῦν ἐστι τὰ τοιαῦτα πάντα νοσήματα,
κᾂν χωρὶς ἕλκους γίγνηται· καθ’ ἕνα μὲν τρόπον,
ὅτι πάντα περιττῆς ὑγρότητος ἤτοι θερμῆς ἢ ψυχρᾶς
ἐστιν ἔγγονα, χολῆς μὲν ξανθῆς ἐρυσίπελας, μελαίνης δὲ
καρκῖνος αἵματος δὲ φλεγμονὴ, καὶ φλέγματος οἴδημα·
καθ’ ἕτερον δὲ, διότι τῶν εἰρημένων χυμῶν, εἰ καὶ κατὰ
τὴν ἰδέαν ὑγροὶ σύμπαντες εἰσὶν, ἀλλὰ τήν γε δύναμιν οὐχ
ὑγροί· ὁ μὲν γὰρ τῆς μελαίνης χολῆς ξηρὸς καὶ ψυχρός·
ὁ δὲ τῆς ξανθῆς ξηρὸς καὶ θερμός· ὁ δὲ τοῦ φλέγματος
ὑγρὸς καὶ ψυχρός· ὑγρὸν δὲ καὶ θερμὸν τὸ αἷμα· κατὰ
δ’ αὖ τρίτον τρόπον, ὅτι πάντα ἀλλήλοις ἐπιπλέκεται,
καὶ σπάνιόν ἐστιν εὑρεῖν ἕκαστον αὐτῶν εἰλικρινές.
ἀναμέμικται γὰρ ὡς τὰ πολλὰ ταῖς μὲν φλεγμοναῖς
ἢ ἐρυσιπελατῶδες, ἢ οἰδηματῶδες, ἢ σκιῤῥῶδές τι, τοῖς
δ’ ἐρυσιπέλασιν ἢ φλεγμονῶδες, ἢ οἰδηματῶδες, ἢ σκιῤῥῶδες,
καὶ τῶν ἄλλων ὁμοίως ἑκάστῳ. σύνθετα τοίνυν
γίγνεται πολυειδῶς ἅπαντα τοιαῦτα νοσήματα· καὶ ῥηθήσεται
Work
Title: De Morborum Differentiis
English: Differences of Diseases
Original: Περὶ διαφορᾶς νοσημάτων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1823
Series: Claudii Galeni Opera Omnia
Volume: 6
Pages: 836-880
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_055.xml [87 Kb]