De Morborum Differentiis (Differences of Diseases)
Kühn 1823
θερμῆς, ἐκ τῆς δευτέρας ἔσται διαφορᾶς τῶν νοσημάτων.
ἐκ δὲ τῆς πρώτης ταῦτά τε πάντα τὰ νῦν εἰρημένα καὶ
ἢ καθ’ ἓν ὁτιοῦν μέρος, ἢ τὸ σῶμα τοῦ ζώου σύμπαν,
ἢ ἐξ ἐγκαύσεως ἡλίου, ἢ παρὰ πυρὶ θάλψεως ὑπολειπομένη
συνίσταται διάθεσις, οἷαι καὶ αἱ τυφώδεις καὶ πυρετώδεις
ὀνομαζόμεναι. τοῦ δὲ ἐναντίου τῷ θερμῷ νοσήματος
τοῦ ψυχροῦ περὶ μὲν τοῖς ἄκροις ἐναργῶς ἡ διάθεσις
συνίσταται πολλάκις οὕτως, ὥστε καὶ ἀποπεσεῖν αὐτὰ
νεκρωθέντα, περὶ δὲ τῷ σύμπαντι σώματι, οἵα τοῖς ὁδοιπορήσασιν
ἐν κρύει καρτερῷ γίνεται. πολλοὶ γὰρ τούτων,
οἱ μὲν ἐν αὐταῖς ταῖς ὁδοῖς ἀπέθανον, οἱ δὲ εἰς πανδοχεῖον,
πρὶν ἢ οἴκαδε παραγενέσθαι φθάσαντες, ἡμιθνῆτές
τε καὶ κατεψυγμένοι φαίνονται. γίγνεται δὲ καὶ τοῖς ἀποπληκτικοῖς,
καὶ τοῖς ἐπιληπτικοῖς, καὶ τοῖς τρομώδεσι,
καὶ τοῖς σπασμώδεσιν ἡ τοιαύτη πολλάκις διάθεσις. καὶ
τῶν ὑπὸ κρύους ἐν ὁδοῖς ἀποθανόντων οἱ μὲν ἐμπροσθοτόνοις,
οἱ δὲ ὀπισθοτόνοις, οἱ δὲ τετάνοις, οἱ δὲ ταῖς
καλουμέναις πήξεσιν ἑάλωσαν, οἱ δὲ ἀποπληξίᾳ τι παραπλήσιον
ἔπαθον. ἐν δὴ τοῖς τοιούτοις ἅπασιν, ἐν οἷς
Work
Title: De Morborum Differentiis
English: Differences of Diseases
Original: Περὶ διαφορᾶς νοσημάτων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1823
Series: Claudii Galeni Opera Omnia
Volume: 6
Pages: 836-880
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_055.xml [87 Kb]