Digital Corpus for Graeco-Arabic Studies

Galen: De Causis Morborum (Causes of Diseases)

Kühn 1824

ἀπὸ τῆς ὕλης, ὡς κάλαμοι μὲν οἱ ξηροὶ ῥᾳδίως ἐξαίρουσιν ἐπὶ μέγιστον τὴν φλόγα, ξύλα δέ γε χλωρὰ, καὶ μάλιστα ἢν πλείω σωρεύσῃς ἐπ’ αὐτὴν, ἄχρι μὲν πολλοῦ βαρύνει τε καὶ οἷον καταπνίγει τὴν φλόγα, τελευτῶντα δὲ αὐξάνει. πῶς οὖν ἐν τῷ τοῦ ζώου σώματι τούτων ἕκαστον ἀποτελεῖται; γυμνασθεὶς μέν τις ἀμετρότερον ἐκοπώθη. τοῦτο δ’ ἐστὶ θερμασίαν ἔχειν ἄμετρον ἐν τοῖς ἄρθροις τε καὶ τοῖς μυσὶ πλείονα τοῦ κατὰ φύσιν. ταῦτα γὰρ ἦν καὶ τὰ πρώτως κινούμενα. καὶ εἰ μὲν ἐνταῦθα καταμείνειεν ἡ θέρμη καὶ φθάσειεν λυθῆναι, πρὶν ἐπινείμασθαι σύμπαν τοῦ ζώου τὸ σῶμα, κόπος ἂν οὕτω γε μόνον εἴη τὸ γεγονός· εἰ δὲ εἰς ἅπαν ἐκταθείη τὸ σῶμα, πυρετὸς ὀνομάζεται τὸ νόσημα, τοῦ παντὸς ζώου θερμότης τις ἄμετρος οὖσα. οὕτω δὲ καὶ ὁ θυμὸς, ζέσις τις ὢν τοῦ περὶ τὴν καρδίαν θερμοῦ, διὰ κίνησιν ἄμετρον ὅλον ἐπινειμάμενος ἐνίοτε τὸ σῶμα πυρετὸν ἀνῆψε. καὶ μὲν δὴ καὶ ὅσα σήπεται κατὰ τοῦ ζώου σῶμα, τινὰ μὲν ἐν αὐτοῖς τοῖς μέρεσιν, ἐν οἷς σήπεται, θερμασίαν ἄμετρον

Work

Title: Galen: De Causis Morborum
English: Causes of Diseases
Original: Περὶ τῶν ἐν τοῖς νοσήμασιν αἰτιῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 1-41

Publisher: Cnobloch, Leipzig

Download