Digital Corpus for Graeco-Arabic Studies

Galen: De Causis Morborum (Causes of Diseases)

Kühn 1824

καὶ τὸ σπάσμα, τὸ μὲν ἐν σαρκώδει μορίῳ, τὸ δ’ ἐν νευρώδει συνιστάμενον. αἰτία δὲ καὶ τούτων τῆς γενέσεως ἐξαιφνίδιός τις, ἢ ἀνώμαλος, καὶ ἡ σφοδρὰ κίνησις, καὶ μάλισθ’ ὅταν ἄτριπτά τε καὶ ἀνώμαλα καὶ ἀθέρμαντα καὶ ἀμάλακτα πρὸς τὰς κινήσεις ἄγηται τὰ σώματα. διασπᾶται γὰρ ἐν ταῖς τοιαύταις διαθέσεσι πολλὰ τῶν ἐν αὐτοῖς μορίων. συνελόντι δὲ φάναι, πάντα τὰ τοιούτου γένους τῶν νοσημάτων αἴτια τὰ μὲν ἔξωθεν ὁρμᾶται, τὰ δὲ ἐξ αὐτοῦ τοῦ σώματος· ἔξωθεν μὲν ὅσα τιτρώσκειν ἢ θλᾶν πέφυκεν, ἐξ αὐτοῦ δὲ τοῦ σώματος ἄμετροί τε καὶ ἄτακτοι κινήσεις τοῦ ζώου, καί τινες ὑγρῶν μοχθηρίαι διαβιβρώσκειν πεφυκυῖαι. τοιαῦται γάρ τινες αἰτίαι καὶ αἱ τοῦ κοινοῦ νοσήματος ἁπάντων τῶν μορίων, τῶν θ’ ἁπλῶν καὶ πρώτων, ἃ δὴ καὶ ὁμοιομερῆ καλεῖται, καὶ τῶν ἐξ ἐκείνων συντιθεμένων, ἃ δὴ ὄργανά τε καὶ ὀργανικὰ προσαγορεύεται. τὰς δὲ τῶν συνθέτων νοσημάτων αἰτίας οὐδὲν ἔτι χαλεπὸν ἐξευρίσκειν ἐκ τῶν εἰρημένων συντιθεμένας. ὥστ’ ἐπειδὴ τοῦτο βουληθεὶς ἕκαστος ἑαυτῷ

Work

Title: Galen: De Causis Morborum
English: Causes of Diseases
Original: Περὶ τῶν ἐν τοῖς νοσήμασιν αἰτιῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 1-41

Publisher: Cnobloch, Leipzig

Download