Digital Corpus for Graeco-Arabic Studies

Galen: De Causis Morborum (Causes of Diseases)

Kühn 1824

ὁρᾶται γιγνόμενον. ῥιγώσας γὰρ τις ἀμέτρως καὶ νηξάμενος ἐν ὕδατι στυπτηριώδει, ἤ τινος τοιαύτης ἑτέρας μετέχοντι δυνάμεως, ἐστέγνωσέ τε καὶ ἐπύκνωσε τὸ δέρμα καὶ τὰς διαπνοὰς ἔνδον καθεῖρξεν. αἱ δ’ εἰ τύχοιεν οὖσαι καπνώδεις ἀθροισθεῖσαι, πυρετὸν ἐγέννησαν. τὸ δὲ δὴ πέμπτον εἶδος τῆς ἀναπτομένης ἀμέτρως θερμότητος ἐδεσμάτων εἰσὶ ποιότητες δριμεῖαι καὶ θερμαὶ, σκορόδων τε καὶ πράσων καὶ κρομμύων καὶ ὅσα ἄλλα τοιαῦτα. καὶ γὰρ οὖν καὶ ἡ τούτων χρῆσις ἀμετροτέρα γιγνομένη πυρετὸν ἤγειρεν ἐνίοτε. καὶ μὲν δὴ καὶ πομάτων θερμῶν, οἷον οἴνου τε παλαιοῦ καὶ δριμέος προσενεχθέντος πλείονος ἀσθενεῖ σώματι καὶ φαρμάκων δριμέων ἀλεξητηρίων τε καὶ δηλητηρίων, ἐπύρεξαν ἄνθρωποι, τί οὖν δή, φασιν, οὐ διὰ παντὸς ἐφ’ ἑκάστῳ τῶν εἰρημένων αἰτίων ἀνάπτεται πυρετός; ὅτι καὶ τὸ ποσὸν τῆς δρώσης αἰτίας ἄνισόν ἐστι, καὶ ἡ συστᾶσα διάθεσις ἀπ’ αὐτῆς ἐν τῷ σώματι παμπόλλην ἐν τῷ μᾶλλόν τε καὶ ἧττον ἔχει τὴν διαφορὰν, αὐτό τε τὸ σύμπαν τοῦ ζώου σῶμα πάμπολυ διενήνοχεν ἕτερον ἑτέρου πρὸς τὸ ῥᾳδίως ἢ μόγις ἐξίστασθαι

Work

Title: Galen: De Causis Morborum
English: Causes of Diseases
Original: Περὶ τῶν ἐν τοῖς νοσήμασιν αἰτιῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 1-41

Publisher: Cnobloch, Leipzig

Download