Digital Corpus for Graeco-Arabic Studies

Galen: De Causis Morborum (Causes of Diseases)

Kühn 1824

κᾀν τούτῳ κατασκήπτει ῥεύματα τοῖς ἀσθενεστέροις μορίοις ἐκ τῶν ἰσχυροτέρων ἐλαυνόμενα· συμβαίνει δέ ποτε καὶ στεγνωθέντων τῶν ἐκκαθαιρόντων αὐτὰ πόρων ἑτέροις ἐπιῤῥυῆναι χωρίοις. αὗται μὲν αἱ ἀρχαὶ τῆς γενέσεως ἁπάντων εἰσὶ τῶν προειρημένων νοσημάτων. αὐξάνεται δ’ ἐν αὐτοῖς ἤδη τοῖς μέλεσι τὸ κακὸν, ὡς ἂν σφηνουμένων τε καὶ διασηπομένων τῶν περιττωμάτων, καὶ οὕτως αὐτῶν τε χειρόνων γενομένων, καὶ τὸν ἐπιῤῥέοντα χυμὸν ἐξ ὑστέρου, κᾂν χρηστὸς ᾖ, συνδιαφθειρόντων.

Ἀλλὰ γὰρ ἐπειδὴ καὶ τὰ τῶν ὁμοιομερῶν σωμάτων ἴδια νοσήματα διήλθομεν, ἐξῆς ἂν εἴη λέγειν τὰ τῶν ὀργανικῶν, ἀπὸ τοῦ πρώτου κατ’ αὐτὰ τοῦ παρὰ τὴν διάπλασιν ὑπαρξαμένους γένους. γίγνεται δὲ τοῦτο ποτὲ μὲν τοῦ κατὰ φύσιν σχήματος ὑπαλλαττομένου, ποτὲ δὲ λειότητός τινος, ἢ τραχύτητος, ἢ πόρου διαφθειρομένου. τῆς μὲν δὴ τοῦ κατὰ φύσιν σχήματος ἐξαλλαγῆς αἰτίαι, πρώτη μὲν ἡ κατὰ γαστρὸς ἔτι κυουμένων αὐτῶν διάπλασις μοχθηρὰ, πλήθους ὕλης ἢ ποιότητος οὐκ ἐπιτηδείου ταῖς φυσικαῖς τοῦ

Work

Title: Galen: De Causis Morborum
English: Causes of Diseases
Original: Περὶ τῶν ἐν τοῖς νοσήμασιν αἰτιῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 1-41

Publisher: Cnobloch, Leipzig

Download