De Causis Morborum (Causes of Diseases)
Kühn 1824
ἅπασα νόσος ὁμοιομεροῦς τε καὶ ἁπλοῦ πρὸς αἴσθησιν σώματος ἤτοι δυσκρασία τις ὑπάρχουσα, ἢ τῆς συνεχείας αὐτοῦ τῶν μερῶν διαίρεσις, κατὰ δὲ τοὺς μήθ’ ἡνῶσθαι καὶ κενόν τι παραπεπλέχθαι πάσῃ σώματος συγκρίσει νομίζοντας, ἀμετρία τε πόρων οὖσα καὶ λύσις τῆς αἰσθητῆς ἑνώσεως, ἀρξώμεθα καὶ νῦν ἐπισκοπεῖσθαι τὰς αἰτίας ἑκάστου τῶν νοσημάτων τῆς πρώτης ὑποθέσεως, ἣν δὴ καὶ ἀληθῆ πεπείσμεθα ὑπάρχειν. ἦν δ’, οἶμαι, τέτταρα μὲν ἁπλᾶ, τέτταρα δὲ σύνθετα, ποτὲ μὲν τοῦ θερμοῦ μόνον τὴν αὔξησιν ἄμετρον ἢ τοῦ ψυχροῦ λαβόντος, ἤ τινος τῶν τῆς ἑτέρας ἀντιθέσεως τῆς κατὰ τὸ ξηρὸν καὶ ὑγρὸν, ἔστιν ὅτε δὲ καὶ κατὰ συζυγίαν τινὰ αὐξηθέντων αὐτῶν, ὡς εἶναι θερμὸν ἅμα καὶ ξηρὸν, ἢ ψυχρὸν καὶ ξηρὸν, ἢ θερμὸν καὶ ὑγρὸν, ἢ ψυχρὸν καὶ ὑγρὸν τὸ νόσημα.
Τίνες οὖν ἑκάστου τῶν εἰρημένων νοσημάτων αἰτίαι τῆς γενέσεως, ἤδη σκοπώμεθα, ἀρχὴν ἀπὸ τοῦ κατὰ θερμασίαν ἄμετρον δυσκράτου νοσήματος ποιησάμενοι.
Work
Title: De Causis Morborum
English: Causes of Diseases
Original: Περὶ τῶν ἐν τοῖς νοσήμασιν αἰτιῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 1-41
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_056.xml [81 Kb]