De Causis Morborum (Causes of Diseases)
Kühn 1824
γλυκέων ὑδάτων πολλὰ, καὶ μᾶλλον μετὰ τροφήν. οὕτω δὲ καὶ ἀργὸς ὁ σύμπας βίος, καὶ ἄπονος, ὄμβροι τε πολλοὶ, καὶ ἡ πᾶσα κατάστασις ὑγρὰ, καὶ φάρμακα ταὐτὸ τοῦτο δρᾷν δυνάμενα.
Πρόδηλον δ’ ὅτι καὶ τὰ τῶν συνθέτων νοσημάτων αἴτια σύνθετα πάντως ἐστίν. εἰ γὰρ ἅμα θερμὴ καὶ ξηρὰ συνέλθοι ποτὲ αἰτία, θερμὸν καὶ ξηρὸν ἀνάγκη γενέσθαι τὸ νόσημα, καὶ εἰ θερμὴ καὶ ὑγρὰ, θερμὸν καὶ ὑγρόν· οὕτω δὲ κᾀπὶ τῶν λοιπῶν δυοῖν συζυγιῶν, ὑγρᾶς καὶ ψυχρᾶς καὶ ξηρᾶς καὶ ψυχρᾶς. ὅπερ δ’ ἀναγκαῖόν ἐστιν ἐν τῷ λόγῳ προσθεῖναί τε καὶ διορίσασθαι, τοῦτο ἤδη λεγέσθω, τὸ πολλάκις μὲν ὑπὸ πάντων τῶν αἰτίων ὁμοειδῶν ἀλλήλοις ὄντων ἀλλοιοῦσθαι τὸ σῶμα, πολλάκις δὲ ἐναντίων ταῖς δυνάμεσιν ὑπαρχόντων, ποτὲ μὲν τὰ πλείω κρατεῖν ἐξ αὐτῶν, ἢ τὰ πολυχρονιώτερα, ποτὲ δὲ τὰ ἰσχυρότερα, ποτὲ δὲ τὴν ἀπ’ ἀμφοτέρων βλάβην ὁμοίως ἀναδέχεσθαι τὸ σῶμα. καί τι δόξειεν ἂν εἶναι τοῦτό γε ἀδύνατον ἅμα θερμότερόν τε καὶ ψυχρότερον ἀποτελεῖσθαι
Work
Title: De Causis Morborum
English: Causes of Diseases
Original: Περὶ τῶν ἐν τοῖς νοσήμασιν αἰτιῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 1-41
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_056.xml [81 Kb]