Digital Corpus for Graeco-Arabic Studies

Galen: De Symptomatum Differentiis (Differences of Symptoms)

Kühn 1824

διαφέρει δ’ ἀμφοῖν τὸ πάθος τε καὶ πάθημα προσαγορευόμενον, ὥσπερ δὴ καὶ Πλάτων αὐτὸς διοριζόμενος ἔλεγε· πᾶν γὰρ ὅ τι περ ἂν πάσχῃ τις πάθος προσρητέον. ὅθεν, οἶμαι, καὶ τὰς τῶν αἰσθήσεων ἀλλοιώσεις παθήματα προσαγορεύει, κατὰ μὲν τὴν ὄψιν τὰς ἀπὸ λευκοῦ καὶ μέλανος καὶ ξανθοῦ καὶ τῶν ἄλλων χρωμάτων, κατὰ δὲ τὴν ἁφὴν τὰς ἀπὸ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ καὶ σκληροῦ καὶ μαλακοῦ καὶ τῶν τοιούτων ἁπάντων. οὕτω δὲ καὶ καθ’ ἑκάστην τῶν ἄλλων αἰσθήσεων. ὀνομάζει δὲ καὶ τὴν ἡδονὴν πάθημα, καὶ ὅλως ἅπασαν κίνησιν ἡντιναοῦν τὴν ὑφ’ ἑτέρου γινομένην ἐν ἑτέρῳ. ἡ μὲν γὰρ τοῦ ποιοῦντος κίνησις ἐνέργεια, πάθημα δὲ καὶ πάθος ἡ τοῦ διατιθεμένου πως ὑπ’ αὐτοῦ. καὶ γὰρ καθόλου τὸ διατίθεσθαί πως ταυτὸν τῷ πάσχειν ἐστί. καὶ διήνεγκε τῆς διαθέσεως τὸ πάθημα κινήσει· παυσαμένου γὰρ τοῦ ἀλλοιοῦντος, ἡ περὶ τὸ παθὸν ἀλλοίωσις ὑπομένουσα, διάθεσίς ἐστι τοῦ παθόντος. ὥστε ἐν αὐτῷ μὲν τῷ τρέπεσθαι καὶ μεταβάλλεσθαι καὶ ἀλλοιοῦσθαι καὶ κινεῖσθαι τὸ πάθος ἔχει τὴν γένεσιν, ἐν δὲ τῷ μένοντι καὶ σωζομένῳ περὶ τὸ ὑποκείμενον σῶμα

Work

Title: Galen: De Symptomatum Differentiis
English: Differences of Symptoms
Original: Περὶ τῶν συμπτωμάτων διαφορᾶς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 42-84

Publisher: Cnobloch, Leipzig

Download