Digital Corpus for Graeco-Arabic Studies

Galen: De Symptomatum Differentiis (Differences of Symptoms)

Kühn 1824

τὴν διάθεσιν. ἤδη δὲ μένουσαν διάθεσιν οἱ Ἕλληνες ὀνομάζουσι πάθος, ὥσπερ καὶ τὸ πεποιηκὸς, οὐκ ἔτι δὲ τὸ ποιοῦν, αἴτιον. καί τοί γε οὐδὲ τοῦτο ἁπλῶς αἴτιον οὔθ’ ἡ μένουσα διάθεσις ἁπλῶς ἐστι πάθος, ἀλλὰ καὶ αὐτὴ κατά γε τὸν ἀκριβῆ λόγον γεγονὸς μὲν πάθος ἐστὶν, ὂν δὲ οὐκέτι. ὅτι δ’ οὕτως σύνηθες ὀνομάζειν τοῖς Ἕλλησιν ἐν τῇ τῶν ἰατρικῶν ὀνομάτων πραγματείᾳ δέδεικται. καὶ χρὴ μεμνημένους ὅπερ ἀεὶ λέγεται πρὸς ἡμῶν ὑπὲρ μὲν τῶν ὀνομάτων ὅτι τάχιστα συντίθεσθαι πρὸς ἀλλήλους, ἐπὶ δὲ τὰ πράγματα σπεύδειν αὐτὰ, καὶ διατρίβειν τε καὶ χρονίζειν ἐν ἐκείνοις. ἀλλ’ οἱ πλεῖστοι τῶν πεπαιδεῦσθαι φασκόντων ἔμπαλιν δρῶσιν, ἅπαντα κατατρίβοντες τὸν ἑαυτῶν βίον εἰς τὴν περὶ τῶν ὀνομάτων ἔριν, ὡς μηδέποτε δυνηθῆναι τοῦ τέλους τῆς τέχνης ἐφικέσθαι. τί δὴ οὖν χρὴ ποιεῖν τὸν ἀληθείας ἐραστήν; ἐπιδεικνύναι τὰ παραπλήσια ταῖς ἀλλήλων φύσεσι πράγματα, καὶ διὰ τοῦτο παρορώμενα, κᾄπειτα τίθεσθαι κατὰ τούτων τὰ ὀνόματα, μάλιστα μὲν, εἰ οἷός τε εἴη, τὰ συνηθέστατα τοῖς Ἕλλησιν· εἰ δ’ ἀγνοοίη ταῦτα, ποιεῖν ἴδια,

Work

Title: Galen: De Symptomatum Differentiis
English: Differences of Symptoms
Original: Περὶ τῶν συμπτωμάτων διαφορᾶς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 42-84

Publisher: Cnobloch, Leipzig

Download