Digital Corpus for Graeco-Arabic Studies

Galen: De Symptomatum Differentiis (Differences of Symptoms)

Kühn 1824

πρὸ πάντων δὲ καθ’ ἑκάστου πράγματος ἓν ὄνομα, ἵνα μήτε παρὰ τὴν ὁμωνυμίαν ἀσάφειά τις γένηται καὶ σοφίσματα συνίστηται κατὰ τὸν λόγον, μήτε παραλείπηταί τι πρᾶγμα· τὸ δ’ εἴτ’ ὀρθῶς, εἴτε οὐκ ὀρθῶς, εἴτε κυρίως, εἴτ’ ἀκύρως κεῖται τοὔνομα, κατὰ πολλὴν ἐπισκέπτεσθαι σχολὴν, ὅταν ἤδη τὰ πράγματα μεμαθηκότες ὑπάρχωμεν. ἐν γὰρ τῇ τούτων γνώσει τὸ κατορθοῦν ἐστιν, οὐκ ἐν τοῖς ὀνόμασιν. ἡμεῖς μὲν οὖν, ὡς ἔφην, τὰ συνήθη τε τοῖς Ἕλλησιν ὀνόματα τιθέμεθα καὶ τὰ παρακείμενα ἀλλήλοις πράγματα διοριζόμεθα, τοῖς δ’ ἄλλοις ὀνομάζειν μὲν ὡς ἂν ἐθέλωσι συγχωροῦμεν, ἀδιόριστον δέ τι πρᾶγμα παραλιπεῖν οὐ συγχωροῦμεν. ἐν αὐτοῖς γοῦν τούτοις τοῖς νῦν προκειμένοις ἡμῖν, ἐπειδὴ τὸ μὲν ἐν τῷ τρέπεσθαι καὶ μεταβάλλεσθαι τὸ σῶμα καὶ ὁπωσοῦν ἀλλοιοῦσθαι γινόμενον ἕτερόν ἐστι τοῦ γεγονότος ἤδη καὶ μένοντος, αὐτοῦ δὲ τοῦ γεγονότος τὸ μὲν ἐνεργείας τῆς κατὰ φύσιν ἐστὶ ποιητικὸν, τὸ δὲ βλαπτικὸν, τὸ μὲν ἐν τῷ γίνεσθαι τὸ εἶναι κεκτημένον ἐνέργειαν ἢ πάθος ὠνομάσαμεν, τὸ δ’ ἐν τῷ διαμένειν ἐπί τινα χρόνον 

Work

Title: Galen: De Symptomatum Differentiis
English: Differences of Symptoms
Original: Περὶ τῶν συμπτωμάτων διαφορᾶς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 42-84

Publisher: Cnobloch, Leipzig

Download