Digital Corpus for Graeco-Arabic Studies

Galen: De Symptomatum Differentiis (Differences of Symptoms)

Kühn 1824

πραγμάτων, οἷον εὐθὺς εἰ μὴ βούλοιτο σύμπτωμα καλεῖν, ἀλλ’ ἐπιγέννημα. σύμπτωμα μὲν γὰρ εἶναι πᾶν ὅπερ ἂν συμβεβήκῃ τῷ ζώῳ παρὰ φύσιν, ἐπιγέννημα δὲ οὐ πᾶν, ἀλλὰ τὸ μόνοις τοῖς νοσήμασιν ἐξ ἀνάγκης ἑπόμενον. ἀλλ’ ἡμεῖς γ’, ὡς ἔφην, ἅπασαν μὲν ἀλλοίωσιν ἔτι γινομένην πάθος εἶναι, ἅπαντα δὲ τὰ παρὰ φύσιν ὑπάρχοντα τοῖς σώμασιν ὀνομάσομεν συμπτώματα. καὶ συμβήσεται ταυτὸν ἐνίοτε πρᾶγμα καὶ πάθος ὀνομάζεσθαι καὶ σύμπτωμα, τῶν σημαινομένων ἑκατέρων ὑπαρχόντων αὐτῷ κατ’ ἄλλον καὶ ἄλλον λόγον. οἷον αὐτίκα τὸ τρέμειν πάσχειν ἐστὶν, ὅτι καὶ ἀλλοιοῦσθαι καὶ κινεῖσθαι μὴ κατὰ τὴν οἰκείαν ἐνέργειαν συμβαίνει, καὶ πάθημά τε καὶ πάθος ὁ τρόμος, ὅτι καὶ ἀλλοίωσις ἡ τοιαύτη κίνησις· ἀλλὰ καὶ σύμπτωμα· παρὰ φύσιν γὰρ ἡ κίνησις. εἰ δέ γε ἀλλοίωσις ᾖ μόνον, ὥσπερ ἐν τῷ βλέπειν τε καὶ ἀκούειν καὶ ὀσφραίνεσθαι καὶ γεύεσθαι καὶ ἅπτεσθαι γίνοιτο, πάθος ἂν ὀνομαζέσθω μόνον, οὐκέτι δὲ σύμπτωμα. τὸ γάρ τοι τοῦ συμπτώματος ἴδιον αὐτὸ τοῦτ’ ἔστι, τὸ παρὰ φύσιν. ὅθεν κᾀν ταῖς διαφοραῖς ἁπάσαις τοῦ 

Work

Title: Galen: De Symptomatum Differentiis
English: Differences of Symptoms
Original: Περὶ τῶν συμπτωμάτων διαφορᾶς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 42-84

Publisher: Cnobloch, Leipzig

Download