Digital Corpus for Graeco-Arabic Studies

Galen: De Symptomatum Differentiis (Differences of Symptoms)

Kühn 1824

συμπτωμάτων, δυσουρία τε καὶ ἰσχουρία καὶ στραγγουρία καὶ ὁ καλούμενος ὕδρωψ εἰς ἀμίδα, τινὲς δὲ διαβήτην αὐτὸν ὀνομάζουσι, ἄλλοι δὲ διάῤῥοιαν εἰς οὖρα. καὶ μὲν δὴ καὶ τὰ χρώματα τῶν ἐκκρινομένων παρὰ φύσιν, ἢ τὰς ὀσμὰς, οὐδὲν ἔτι δεόμεθα δεικνύειν ἐξ ἀνάγκης ἑπόμενα ταῖς νόσοις, εἴ γε μηδὲν τῶν τοιούτων ἄνευ δυσκρασίας γίνεται. δῆλον δὲ καὶ ὡς τὸ προκείμενον ἀποδέδεικται σαφῶς. ἁπάσης γὰρ τῶν συμπτωμάτων τῆς φύσεως ἡγεῖσθαι χρὴ νοσήματα, ὡς γίνεσθαι πολλάκις οἷον στίχον τινὰ συμπτωμάτων ἐφεξῆς ἀλλήλοις· ὑπὸ μὲν τοῦ νοσήματος αὐτοῦ τὸ πρῶτον, ὑπὸ δὲ τούτου τὸ δεύτερον, εἶτ’ αὖθις ὑπ’ ἐκείνου τὸ τρίτον, εἶθ’ ἑξῆς ἐπὶ τούτῳ τὸ τέταρτον. ἀλλ’ ἐνταῦθα μὲν προσέχειν ἀκριβῶς χρὴ τὸν νοῦν καὶ διορίζειν ἐπιμελῶς τῶν ἔργων τοῦ ζώου τὰ συμπτώματα. πολλαχῇ γὰρ ἀλλήλοις οὕτως ἔοικεν, ὡς καὶ τὸ σύμπτωμα ἔργον νομίζεσθαι καὶ τοὖργον σύμπτωμα. καὶ εἰ μή τις ἔχει τι κᾀν τούτῳ κριτήριον ὑγιὲς, ἐξ ὧν ἂν αὐτὸς σφάλληται συκοφαντήσει τὸν λόγον. εἰ γὰρ δὴ τῶν κατὰ φύσιν ἐκκρίσεων, οὕτω δὲ καλοῦσι τὰς 

Work

Title: Galen: De Symptomatum Differentiis
English: Differences of Symptoms
Original: Περὶ τῶν συμπτωμάτων διαφορᾶς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 42-84

Publisher: Cnobloch, Leipzig

Download