Digital Corpus for Graeco-Arabic Studies

Galen: De Symptomatum Differentiis (Differences of Symptoms)

Kühn 1824

τῷ γενομένῳ συντέλειαν· τὰ δ’ οὐδὲν μὲν εἰσφερόμενα, μὴ χωριζόμενα δὲ τῶν εἰσφερομένων, τὸν ὧν οὐκ ἄνευ λόγον ἐπέχει. τούτων οὕτως ἐχόντων, ἐνδέχεταί τινα στίχον αἰτιῶν γενέσθαι πολλάκις ἀλλήλας διαδεχομένων, ὡς εἰ καὶ ψηφίδων ἐφεξῆς ἀλλήλαις κειμένων πλειόνων κινήσειέ τις τὴν πρώτην, αὕτη δὲ τὴν δευτέραν, κᾀκείνη τὴν τρίτην, καὶ οὕτω κατὰ τὸ ἑξῆς ἑκάστη τὴν μεθ’ ἑαυτήν. ἐν γὰρ τοῖς τοιούτοις ἅπασιν, εἰ μή τις διορίζοιτο τοῦ κατὰ συμβεβηκὸς ποιεῖν λεγομένου τὸ καθ’ ἑαυτὸ, πάμπολλά τε καὶ ἀτοπώτατα συμπεσεῖται τοῖς λόγοις ἁμαρτήματα. σημαίνει δὲ ταυτὸν τὸ μὲν καθ’ ἑαυτὸ τῷ πρώτως, κᾂν εἴ τινες τῶν ἀττικιζόντων φυλάττοιντο τοὔνομα, τὸ δὲ κατὰ συμβεβηκὸς τῷ δευτέρως. ὁ μὲν οὖν τὸν δάκτυλον προσενεγκὼν τῇ πρώτῃ ψηφῖδι πρώτως μὲν ταύτην ἐκίνησε, κατὰ συμβεβηκὸς δὲ καὶ δευτέρως τὴν ἐφεξῆς αὐτῇ, καὶ οὕτως ἤδη καὶ τὰς ἄλλας ἁπάσας. οὕτως δὲ καὶ ἡ πρώτη καθ’ ἑαυτὴν μὲν τὴν δευτέραν, κατὰ συμβεβηκὸς δὲ τὴν τρίτην καὶ τὰς ἄλλας τὰς ἐφεξῆς. καὶ ἡ δευτέρα δὲ κατὰ τὸν αὐτὸν λόγον πρώτως

Work

Title: Galen: De Symptomatum Differentiis
English: Differences of Symptoms
Original: Περὶ τῶν συμπτωμάτων διαφορᾶς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 42-84

Publisher: Cnobloch, Leipzig

Download