Digital Corpus for Graeco-Arabic Studies

Galen: De Symptomatum Differentiis (Differences of Symptoms)

Kühn 1824

κατὰ φύσιν ἐξαλλαττομέναις συνίσταται. καὶ γὰρ σχημάτων τῶν κατὰ φύσιν, καὶ χρωμάτων, καὶ μεγεθῶν, ἐνεργημάτων τε καὶ παθημάτων διαφθειρομένων γίνεται. καὶ οὗτός ἐστιν ἰδιαίτατος αὐτοῦ λόγος, ἐξάλλαξις τοῦ κατὰ φύσιν. τί δέ; οὐχὶ καὶ ἡ νόσος ἐξάλλαξις τοῦ κατὰ φύσιν; ἢ οὐχ ἁπλῶς ἐξάλλαξις, ἀλλ’ ἐξάλλαξίς τις, ἁπλῶς δὲ ἐξάλλαξις τὸ σύμπτωμα; τοῦ γὰρ ἐν ταῖς διαθέσεσι κατὰ φύσιν ἐξαλλαττομένου καὶ βλάπτοντος τὴν ἐνέργειαν ἡ νόσος γίνεται, καὶ δυοῖν τούτοιν ἐξ ἀνάγκης ἐδεῖτο πρὸς τὸ νόσος ὑπάρχειν, ἐν γένει μὲν εἶναι τῆς διαθέσεως, βλάπτειν δὲ τὴν ἐνέργειαν, ὧν οὐδέτερον ἀνάγκη παρεῖναι τῷ συμπτώματι. καὶ γὰρ εἰ μὴ διάθεσις εἴη, καὶ εἰ μὴ βλάπτοι γέ τινα ἐνέργειαν, ἀλλὰ αὐτῷ γε μόνῳ τῷ παρὰ φύσιν ἱκανῶς ὁρισθήσεται. νοσήματος μὲν δὴ ταύτῃ διήνεγκε, παθήματος δὲ τῷ τὸ μὲν ἐν κινήσει πάντως εἶναι τὸ πάθημα καὶ κατὰ φύσιν ἐνίοτε, τὸ σύμπτωμα δὲ οὐκ ἐν κινήσει μόνον, ἀλλὰ καὶ καθ’ ἕξιν τινὰ, καὶ πάντως παρὰ φύσιν. ἔσται δὴ πάθος μὲν ἡ περὶ τὴν ὕλην ἀλλοίωσις ἢ κίνησις ἔτι γινομένη, ἡ δ’ ὑπομένουσα,

Work

Title: Galen: De Symptomatum Differentiis
English: Differences of Symptoms
Original: Περὶ τῶν συμπτωμάτων διαφορᾶς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 42-84

Publisher: Cnobloch, Leipzig

Download