De Symptomatum Differentiis (Differences of Symptoms)
Kühn 1824
διάθεσις, σύμπτωμα δὲ, πᾶν ὅ τι περ ἂν συμπίπτῃ τῷ ζώῳ παρὰ φύσιν. ὥστε καὶ ἡ νόσος ὑπὸ τὴν τοῦ γενικοῦ συμπτώματος ἀναχθήσεται προσηγορίαν. ἔστι γάρ πως καὶ αὕτη σύμπτωμα. καὶ μὲν δὴ καὶ τὰ προηγούμενα τῶν νόσων αἴτια τὰ κατ’ αὐτὸ τὸ σῶμα τοῦ ζώου συνιστάμενα τῇ τοῦ γενικοῦ συμπτώματος ὑποπέπτωκεν ἐννοίᾳ.
Περὶ μὲν οὖν τούτων ἤδη λέλεκται, περὶ δὲ τῶν εἰδικῶν συμπτωμάτων ἐν τῷδε γράμματι πρόκειται διελθεῖν. ἔστι δὲ καὶ τούτων τριττὴ διαφορά· τὰ μὲν γὰρ διαθέσεις εἰσὶν αὐτοῦ τοῦ σώματος ἡμῶν· τὰ δὲ ἐνεργειῶν βλάβαι· τὰ δὲ ἀμφοτέραις ἑπόμενα, κατά τε τὴν ἀμετρίαν τῶν ἐκκρινομένων καὶ ἐπεχομένων καὶ τοὺς ἐν αὐτῷ τῷ ζώῳ συνισταμένους ψόφους, καὶ προσέτι τὰς ἄλλας ἁπάσας αἰσθητὰς διαφοράς. βλάβη δ’ ἀκουέσθω νῦν καὶ ἡ στέρησις. οὐ γὰρ ἡ δυσκινησία μόνον, οὐδὲ ἡ δυσαισθησία, βλάβαι τινὲς τῶν ἐνεργειῶν εἰσιν, ἀλλὰ καὶ ἡ ἀκινησία τε καὶ ἡ ἀναισθησία· κατὰ δὲ τὸν αὐτὸν τρόπον οὐδ’ ἡ δυσπεψία μόνον, ἀλλὰ καὶ ἡ ἀπεψία. ταυτὶ μὲν οὖν τὰ γένη τῶν
Work
Title: De Symptomatum Differentiis
English: Differences of Symptoms
Original: Περὶ τῶν συμπτωμάτων διαφορᾶς
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 42-84
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_057.xml [86 Kb]