De Symptomatum Differentiis (Differences of Symptoms)
Kühn 1824
ὁρατὰς, καὶ ὀσφρητὰς, καὶ γευστὰς, καὶ ἀκουστὰς, καὶ
ἁπτάς· ἡ δὲ κινητικὴ τὸ μὲν προσεχὲς ὄργανον ἓν ἔχει καὶ
τὸν τρόπον αὐτοῦ τῆς κινήσεως ἕνα, (δέδεικται γὰρ οὕτως
ἐν τοῖς περὶ μυῶν κινήσεως) ποικίλλεται δὲ ἐν τοῖς κατὰ
μέρος ὀργάνοις, ὡς φαίνεσθαι πολυειδής. ἡ λοιπὴ δὲ ἐνέργεια
τῆς ψυχῆς ἡ κατ’ αὐτὸ τὸ ἡγεμονικὸν εἴς τε τὸ φανταστικὸν
καὶ διανοητικὸν καὶ μνημονευτικὸν διαιρεῖται. καὶ
τοίνυν αἱ βλάβαι τῶν αἰσθητικῶν ἐνεργειῶν κοιναὶ μὲν ἁπασῶν
ἀναισθησίαι τινές εἰσιν, ἢ δυσαισθησίαι, (καλῶ δὲ
δυσαισθησίας μὲν ἁπάσας τὰς μοχθηρὰς αἰσθήσεις) κατὰ
μέρος δὲ ἑκάστης ἐν ὀφθαλμοῖς μὲν τυφλότητές τε καὶ ἀμβλυωπίαι
καὶ παροράσεις τινές· ἐν ὠσὶ δὲ κωφότητές τε καὶ
βαρυηκοΐαι καὶ παρακούσεις τινές. οὕτω δὲ καὶ κατὰ τὴν
γλῶτταν καὶ τὰς ῥῖνας καὶ τὴν ἁφὴν, εἰ καὶ μηδὲν ἴδιον ὄνομα
κέκτηνται, ταῖς εἰρημέναις ἀνάλογον ἔχουσιν. ἢ γὰρ οὐδ’
ὅλως αἰσθήσονται τῶν οἰκείων αἰσθητῶν, ἢ κακῶς. καὶ τὸ
κακῶς τοῦτο διττὸν ἔσται, θάτερον μὲν ἀμυδρῶς, θάτερον
δὲ παρατυπωτικῶς. ἴδιον δὲ ἐξαίρετον ἡ κατὰ τὴν ἁφὴν
Work
Title: De Symptomatum Differentiis
English: Differences of Symptoms
Original: Περὶ τῶν συμπτωμάτων διαφορᾶς
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 42-84
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_057.xml [86 Kb]