Digital Corpus for Graeco-Arabic Studies

Galen: De Symptomatum Differentiis (Differences of Symptoms)

Kühn 1824

ἐνέργεια παρὰ τὰς ἄλλας αἰσθήσεις κέκτηται σύμπτωμα τὴν ὀδύνην, ἐγγινομένην μὲν καὶ ταῖς ἄλλαις αἰσθήσεσιν ἀπὸ τῶν ἔξωθεν οἰκείων αἰσθητῶν· ἐπὶ δέ γε ταύτης οὐκ ἀπὸ τῶν ἔξωθεν μόνον, ἀλλὰ καὶ πολὺ δὴ μᾶλλον ἀπὸ τῶν ἐν αὐτῷ τῷ σώματι διαθέσεων, καὶ πολλάκις γε οὕτως ἰσχυρῶς, ὥστ’ ἀποκτεῖναί τινας σφᾶς αὐτοὺς ὑπὸ τοῦ πόνου βιασθέντας. ἐγγίνεται μὲν οὖν καὶ τοῖς ὀφθαλμοῖς ὀδυνηρόν τι πάθος ὑπὸ φωτὸς λαμπροῦ, καὶ τοῖς ὠσὶν ὑπὸ μεγάλου τινὸς ἢ τραχέος ψόφου. καὶ δὴ καὶ κατὰ τὰς γεύσεις καὶ τὰς ὀσμὰς ἕτερα τοιαῦτα παθήματα συνίσταται λυπηρὰ, πρὸς τῶν ἰδίων αἰσθητῶν ἑκάστης τῶν αἰσθήσεων ὀδυνηρῶς διατιθεμένης. μέγισται δὲ ὀδύναι συμπίπτουσι τῇ τῆς ἁφῆς αἰσθήσει. καὶ γὰρ ὅσα διὰ φλεγμονὴν ὤτων, ἤ τινα ἄλλην ἐν αὐτοῖς διάθεσιν ἀλγοῦμεν ἰσχυρῶς, οὐ τῆς ἀκουστικῆς ἐστιν, ἀλλὰ τῆς ἁπτικῆς αἰσθήσεως ἴδια. κοινὴ γὰρ αὕτη πάντων αἰσθανομένων ὀργάνων, αἱ δ’ ἄλλαι τέτταρες ἑκάστου κατὰ μόνας. οὕτω δὲ κᾀν τοῖς ὀφθαλμοῖς πολλάκις ὀδύναι γίγνονται σφοδραὶ, τῆς ἐν αὐτοῖς ἁπτικῆς αἰσθήσεως ἀνιωμένης. ὥσπερ δὲ καὶ κατὰ τοὺς ὀδόντας ἐστὶ καὶ τὸ

Work

Title: Galen: De Symptomatum Differentiis
English: Differences of Symptoms
Original: Περὶ τῶν συμπτωμάτων διαφορᾶς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 42-84

Publisher: Cnobloch, Leipzig

Download