Digital Corpus for Graeco-Arabic Studies

Galen: De Symptomatum Differentiis (Differences of Symptoms)

Kühn 1824

εἴη τοῦ παντὸς σώματος, ἀλλὰ καὶ τῶν ἡγεμονικῶν ἐνεργειῶν ἐπίσχεσις, ἐπιληψία τὸ τοιοῦτον προσαγορεύεται, καθάπερ γε καὶ ἀποπληξία ἡ παντὸς τοῦ σώματος παράλυσις ἅμα ταῖς ἡγεμονικαῖς ἐνεργείαις. αὗται μὲν αἱ τῶν κινητικῶν ἐνεργειῶν βλάβαι· εἰ δέ τις ἴδιον ἐξαίρετον ὄνομα οὐ κέκτηται, οὐ χρὴ τούτου χάριν ἐξαπατηθέντας οἰηθῆναι παραλελεῖφθαί τι σύμπτωμα, καθάπερ οὐδὲ τὴν ἄπνοιάν τε καὶ δύσπνοιαν, ἢ τὴν ἰσχουρίαν τε καὶ δυσουρίαν, ἢ τὴν ἀφωνίαν τε καὶ κακοφωνίαν καὶ δυσφωνίαν, ἀλλὰ χρὴ τὰ τοιαῦτα πάντα αὐτὸν τὸν ἰατρὸν ἐξευρίσκειν καθ’ ἑκάστην ἐνέργειαν ψυχικὴν, ὥσπέρ γε καὶ τὰς καθ’ ἕκαστον αὐτῶν διαφορὰς, οἷον εἰ τύχοι τῆς δυσπνοίας ἑνὸς οὔσης συμπτώματος ἔργου ψυχικοῦ, τῆς ἀναπνοῆς, αἱ πᾶσαι πόσαι γίνονται διαφοραὶ, καθάπερ ἐν τῷ περὶ δυσπνοίας ἐδείξαμεν· ἢ τῆς κακοφωνίας αἱ κατὰ μέρος πόσαι διαφοραὶ, καθάπερ ἐν τοῖς περὶ φωνῆς διῄρηται. πολλαχόθι δὲ καὶ ἀπορήσειεν ἄν τις ἐκ ποίου γένους ἐστὶ τὸ σύμπτωμα, καθάπερ ἐπὶ τοῦ σκορδινᾶσθαι καὶ χασμᾶσθαι καὶ πτάρνυσθαι καὶ βήττειν.

Work

Title: Galen: De Symptomatum Differentiis
English: Differences of Symptoms
Original: Περὶ τῶν συμπτωμάτων διαφορᾶς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 42-84

Publisher: Cnobloch, Leipzig

Download