Digital Corpus for Graeco-Arabic Studies

Galen: De Symptomatum Differentiis (Differences of Symptoms)

Kühn 1824

ἀλλὰ περὶ μὲν τῶν τοιούτων ἁπάντων ἐπὶ πλέον ἐν τῷ μετὰ ταῦτα λόγῳ τῷ περὶ τῶν ἐν τοῖς συμπτώμασιν αἰτιῶν εἰρήσεται. ἐφεξῆς δ’ ἂν εἴη τὰς τῶν ἡγεμονικῶν ἐνεργειῶν βλάβας διελθεῖν, καὶ πρώτης γε τῆς φανταστικῆς. ἔστι δὲ καὶ ταύτης τὸ μὲν οἷον παράλυσίς τις, ὃ δὴ κάρος καὶ κατάληψις ὀνομάζεται, τὸ δὲ οἷον μοχθηρά τις ἢ πλημμελὴς κίνησις, ὅπερ δὴ παραφροσύνη καλεῖται, τὸ δὲ οἷον ἐλλιπὴς καὶ ἄτονος, ὡς ἐν κώμασί τε καὶ ληθάργοις. καὶ μέν γε καὶ αὐτῆς τῆς διανοητικῆς ἐνεργείας ἡ μὲν οἷον παράλυσις, ἄνοια, ἡ δ’ οἷον ἐλλιπὴς κίνησις, μωρία τε καὶ μώρωσις, ἡ δ’ οἷον πλημμελὴς, παραφροσύνη καλεῖται. τὰ πολλὰ μὲν γὰρ ἐπ’ ἀμφοῖν ἅμα συνίσταται τὸ παραφρονεῖν, ἔν τε τῷ μὴ καλῶς φαντασιοῦσθαι κᾀν τῷ μὴ δεόντως λογίζεσθαι, ἔστι δ’ ὅτε καὶ κατὰ τὸ ἕτερον αὐτῶν μόνον, ὥσπερ γε καὶ Θεοφίλῳ τῷ ἰατρῷ νοσοῦντι τὰ μὲν ἄλλα σωφρόνως ὑπῆρχε διαλέγεσθαί τε καὶ γνωρίζειν ἀκριβῶς τοὺς παρόντας, αὐλητὰς δέ τινας κατειληφέναι τὴν γωνίαν τοῦ οἰκήματος ἐν ᾧ κατέκειτο, καὶ διαπαντὸς αὐλεῖν τε ἅμα καὶ κτυπεῖν ἐνόμιζε

Work

Title: Galen: De Symptomatum Differentiis
English: Differences of Symptoms
Original: Περὶ τῶν συμπτωμάτων διαφορᾶς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 42-84

Publisher: Cnobloch, Leipzig

Download