Digital Corpus for Graeco-Arabic Studies

Galen: De Symptomatum Differentiis (Differences of Symptoms)

Kühn 1824

διαθέσεως, ἅπαντα τὰ τοιαῦτα. τὸ γὰρ ὅλως διῃρῆσθαί τινα φλέβα καθ’ ὁτιοῦν μόριον τοῦ σώματος, ἢ ἀνεστομῶσθαι μέχρι τοῦ προχεῖν ἃ πρότερον ἔστεγεν, οὐ κατὰ φύσιν εἶναι διάθεσιν. καί τοι κᾀνταῦθα τὴν διάῤῥοιαν τῆς γαστρὸς, ἢ τὸ τῶν οὔρων πλῆθος οὐκ ἂν ἔχοι δεικνύναι πάντως ἑπόμενα ταῖς παρὰ φύσιν διαθέσεσιν. αἱμοῤῥαγίας μὲν γὰρ καὶ ἐμέτους ὅλῳ τῷ γένει φησί τις παρὰ φύσιν ὑπάρχειν, οὔτε δὲ ἡ διὰ γαστρὸς, οὔτε ἡ διὰ κύστεως, οὔτε ἡ διὰ μήτρας ἔκκρισις ὅλῳ τῷ γένει παρὰ φύσιν. ἴσως δ’ ἀμφισβητήσει τις καὶ περὶ τῶν ἱδρώτων, ὡς οὐδ’ αὐτῶν ὄντων κατὰ φύσιν. καὶ γὰρ οὖν καὶ ὁ Διοκλῆς ἱκανῶς ἐπεχείρησεν εἰς τοῦτο. πάνυ δ’ εἶναι τραχὺ δοκεῖ τόδε τὸ δόγμα καὶ παρὰ τὴν ἐνάργειαν, εἰ καὶ ὅτι μάλιστα πιθανῶς κατασκευάζηται. περὶ μὲν δὴ τῶν τοιούτων ἴσως ἄν ποτε καὶ αὖθις εἰπεῖν ἂν γένοιτο ἡμῖν· παντάπασι γὰρ ὀλίγα διαμφισβητεῖται· περὶ δὲ τοῦ παντὸς πλήθους τῶν ἄλλων συμπτωμάτων ἱκανῶς ἐπιδέδεικται, καὶ χρὴ καταπαύειν ἤδη καὶ τόδε

Work

Title: Galen: De Symptomatum Differentiis
English: Differences of Symptoms
Original: Περὶ τῶν συμπτωμάτων διαφορᾶς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1824

Series: Claudii Galeni Opera Omnia

Volume: 7

Pages: 42-84

Publisher: Cnobloch, Leipzig

Download