De Symptomatum Differentiis (Differences of Symptoms)
Kühn 1824
τὴν οὐσίαν. εἴπερ οὖν τοῦτο ποιοῖμεν, εὑρήσομεν
ὡσαύτως καὶ τῆς καθεκτικῆς δυνάμεως ἐνέργειαν μὲν τὴν
κατὰ φύσιν, ὅταν ἐξισῶται ὁ χρόνος τῆς περιστολῆς τῷ χρόνῳ
τῆς πέψεως, καὶ σφίγγηται πανταχόθεν ἀκριβῶς τὰ σιτία·
στέρησιν δὲ παντελῆ τῆς ἐνεργείας, ὅταν μηδ’ ὅλως περιλαμβάνῃ·
γίνεται δὲ τοῦτο ἐν ταῖς λειεντερίαις· ἀῤῥωστίαν δὲ
ὁπόταν ἢ μὴ περιστέλληται καλῶς, ἢ μὴ μέχρι τῆς παντελοῦς
πέψεως, ἢ ἅμα ἄμφω συμπίπτῃ. ἐπειδὴ γὰρ ἐν δυοῖν τούτοιν
ὑπῆρχε τὸ καλῶς ἐνεργεῖν τὴν περισταλτικὴν δύναμιν,
τῷ τε μηδεμίαν ἀπολιπεῖν χώραν κενὴν μεταξὺ τῆς τε γαστρὸς
καὶ τῶν σιτίων, τῷ τ’ ἐξισοῦσθαι τὸν χρόνον τῆς περιστολῆς
τῷ χρόνῳ τῆς πέψεως, ἤτοι κατὰ θάτερον αὐτῶν μόνον
ἐνεργήσει κακῶς, ἢ κατ’ ἄμφω, καὶ συμπτώματα ἀκολουθήσει,
κλύδωνες μὲν καὶ πνευματώσεις ἀῤῥώστοις περιστολαῖς, ἐκκρίσεις
δὲ ταχεῖαι καὶ διαφθορὰ τῶν σιτίων ἐν τῇ κάτω
γαστρὶ, ταῖς ὀλιγοχρονίοις. ἔνθα σε καὶ τούτῳ κελεύω
προσέχειν τὸν νοῦν, ὡς ἕπεται πολλάκις ἕτερον ἑτέρῳ
συμπτώματι. τῇ μὲν γὰρ ἀῤῥώστῳ περιστολῇ ποτὲ μὲν
Work
Title: De Symptomatum Differentiis
English: Differences of Symptoms
Original: Περὶ τῶν συμπτωμάτων διαφορᾶς
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 42-84
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_057.xml [86 Kb]