De Symptomatum Differentiis (Differences of Symptoms)
Kühn 1824
οἱ κλύδωνες ἕπονται, ποτὲ δὲ αἱ πνευματώσεις· τῇ δ’ ὀλιγοχρονίῳ
πάντως μὲν αἱ ἐλλιπεῖς πέψεις, ἐφεξῆς δὲ ἤτοι ταχεῖα
διέξοδος τῶν σιτίων, ἢ διαφθορὰ κατὰ τὴν κάτω γαστέρα.
ταχείας μὲν οὖν διεξόδου συμπτώματα ἀχώριστα
διαχωρήσεως ὑγρότης καὶ ἀνάδοσις ἐλλιπής· διαφθορᾶς δὲ
δυσωδία μὲν ἐν τοῖς διαχωρουμένοις ἐξ ἀνάγκης, οὐκ ἐξ ἀνάγκης
δὲ δήξεις ἢ πνευματώσεις, ἀλλ’ ἔστιν ὅτε μὲν οὐδέτερον
αὐτῶν, ἔστιν ὅτε δὲ θάτερον, ὁτὲ δ’ ἀμφότερα. διὰ τί δὲ
κᾀν τούτοις κᾀν τοῖς ἔμπροσθεν εἰρημένοις τινὰ μὲν ἐξ
ἀνάγκης ἕπεται, τινὰ δ’ οὐκ ἐξ ἀνάγκης, ἐν τῷ μετὰ τοῦτον
διέξιμεν λόγῳ τῷ περὶ τῶν ἐν τοῖς συμπτώμασιν αἰτιῶν. ἐν
δὲ τῷ παρόντι μετιέναι καιρὸς ἐπὶ τὴν λοιπὴν διαφορὰν τῶν
συμπτωμάτων τῆς καθεκτικῆς δυνάμεως. ὅταν οὖν περιστέλληται
ἡ γαστὴρ τοῖς σιτίοις, ἀλλὰ μετὰ παλμοῦ τινος, ἢ
οἷον σπασμοῦ τε καὶ τρόμου καὶ κλόνου, πλημμελὲς ἂν εἴη
τὸ τοιοῦτον τῆς περιστολῆς ἔργον. τοῦ μὲν οὖν παλμοῦ τῆς
γαστρὸς σαφῶς αἰσθανόμεθα, καὶ μέν γε καὶ τοῦ σπασμοῦ,
Work
Title: De Symptomatum Differentiis
English: Differences of Symptoms
Original: Περὶ τῶν συμπτωμάτων διαφορᾶς
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 42-84
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_057.xml [86 Kb]