De Symptomatum Differentiis (Differences of Symptoms)
Kühn 1824
λυγμὸς γὰρ ὀνομάζεται τὸ σύμπτωμα· τοῦ δὲ οἷον τρόμον,
παθήματος αὐτῆς, οὐκέτ’ ἐναργῶς, ἀλλ’ εἰ προσέχοις τῷ
λόγῳ τὸν νοῦν, οὐκ ἂν οὐδὲ τοῦτο φωράσαις χαλεπῶς.
ὅταν οὖν ἐδηδοκότι σοι μήτε κλύδων τις ἐνοχλῇ, μήτε πνευμάτωσις,
ἀλλὰ μήτε παλμός τις εἴη, μήτε λὺγξ, ἀήθους δ’
ἀπορίας αἴσθησις ὑπάρχῃ κατὰ τὴν γαστέρα, καὶ οἷον βαρύνηταί
τε καὶ κάμνῃ καὶ ποθῇ θᾶττον ὑπελθεῖν κάτω τὸ
βάρος ἢ ἄνω ἅμα τῷ τινα ἐρυγὴν προσγενέσθαι, καί που
καὶ δυσχέρεια περὶ τὴν ἀναπνοὴν δύσφορος δή τις καὶ δύσφραστος
ἕπηται, τόθ’ ἡγοῦ τὴν γαστέρα περιεστάλθαι μὲν τοῖς
σιτίοις, ἀλλ’ οἷον τρομωδῶς. ἡ δὲ οἷον κλονώδης κίνησις ἐν
τοῖς ῥίγεσι μάλιστα καταφανής ἐστιν, ἅπαντα τοῦ ζώου καταλαμβάνουσα
τὰ μόρια. περὶ μὲν δὴ τούτων ἐπιπλέον ἐν
τοῖς μετὰ τοῦτο λεχθήσεται γράμμασι· νυνὶ δὲ ἐπὶ τὴν τετάρτην
ἤδη τῆς γαστρὸς μετέλθωμεν δύναμιν, τὴν ἀποκριτικήν
τε καὶ προωστικὴν ὀνομαζομένην, ἧς ἡ μὲν οἷον στέρησις
ἔν τισιν ἰδέαις εἰλεῶν γίνεται· ἡ δὲ ἀῤῥωστία συνεχῶς ἐγγίγνεται
ἐν βραδείαις τισὶ περιττωμάτων διεξόδοις· ἡ δ’ οἷον
Work
Title: De Symptomatum Differentiis
English: Differences of Symptoms
Original: Περὶ τῶν συμπτωμάτων διαφορᾶς
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 42-84
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_057.xml [86 Kb]