De Symptomatum Differentiis (Differences of Symptoms)
Kühn 1824
τὸ δ’ οἷον ἀῤῥωστία τις, ὅπερ καλοῦμεν βραδυπεψίαν, ἐν
χρόνῳ μὲν πλείονι, σαφῆ δ’ οὖν καὶ αὐτὴ ποιήσει ποτὲ τὴν
ἰσχνότητα· τῷ δὲ τρίτῳ συμπτώματι, τῆς δυσπεψίας ἀνάλογον,
οὐκ ἰσχνὸν καὶ ἄτροφον, ἀλλ’ ἐξηλλαγμένον τὴν ἰδέαν
ἀποδείξει τὸ μόριον, ὥσπερ ἔν τε ταῖς λεύκαις καὶ ταῖς ἐλεφαντιάσεσι
φαίνεται. προσέχειν δὲ ἐνταῦθα χρὴ τὸν νοῦν καὶ
διορίζειν, πότερον χυμοῦ τινος ἐπιῤῥυέντος, ἢ τῶν στερεῶν
αὐτῶν οὕτω διακειμένων ἐξήλλακται τὰ τῆς χροιᾶς. εἰ μὲν γὰρ
διὰ χυμὸν, ἐξ ἑτέρου γένους τὸ σύμπτωμά ἐστι, καὶ οὐ τῆς
ἀλλοιωτικῆς δυνάμεως τὸ σφάλμα· εἰ δ’ ὅλον δι’ ὅλου τὸ μόριόν
ἐστιν οἷον οὐκ ἐχρῆν εἶναι, τῆς ἀλλοιωτικῆς δυνάμεως.
γίνεται μὲν γὰρ κᾀν τοῖς ἰκτερικοῖς ἐξάλλαξις τοῦ κατὰ φύσιν
χρώματος, ἀλλὰ τοῦτο μὲν σύμπτωμά ἐστι τῆς διακριτικῆς
ἐνεργείας, πλὴν εἰ μὴ τῶν φλεβῶν αὐτῶν πάθος ποθ’ ὑπάρχει,
τηνικαῦτα γὰρ τῆς ἀλλοιωτικῆς ἐστιν· ἡ δὲ καθ’ ἕκαστον
μόριον ἴδιος ἄχροια, εἰ μὴ διά τινα χυμὸν ἔξωθεν ἐπίῤῥυτον
γίνεται, οἷον δυσπεψία τίς ἐστι τῆς ἐν αὐτῷ δυνάμεως ἀλλοιωτικῆς
τε καὶ πεπτικῆς. ἐξέλωμεν δὴ ταύτην ἐν τῷ
Work
Title: De Symptomatum Differentiis
English: Differences of Symptoms
Original: Περὶ τῶν συμπτωμάτων διαφορᾶς
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 42-84
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_057.xml [86 Kb]