De Symptomatum Differentiis (Differences of Symptoms)
Kühn 1824
οὐσίας τῶν πραγμάτων ἔνεστί σοι χωρὶς ἐπαγωγῆς συλλογίζεσθαι. τὴν μὲν γὰρ ὑγείαν αἰτίαν ἐνεργείας ἐθέμεθα, τὴν δὲ νόσον αἰτίαν ἐνεργείας βλάβης· ἀλλὰ καὶ τὰ συμπτώματα, περὶ ὧν δὴ νῦν τὸν λόγον ποιούμεθα, βλάβας ἐνεργειῶν ὑπάρχειν ἔφαμεν. ἐκ δὲ τούτων ὑποκειμένων συμβαίνει, τοῦ τοιούτου γένους τῶν συμπτωμάτων αἰτίας εἶναι τὰς νόσους.
Ὅτι δὲ καὶ τὰ τῶν λοιπῶν δύο γενῶν αἱ νόσοι προηγοῦνται, λόγον αἰτίας ἔχουσαι πρὸς αὐτὰ, καὶ τοῦτο δείξομεν ὀλίγον ὕστερον, ἐπειδὰν πρότερον ἅπαντα τὸν περὶ αὐτῶν ἐπέλθωμεν λόγον, ἀρξάμενοι πάλιν ἀπὸ τῶν ἐν ταῖς διαθέσεσι τοῦ σώματος συνισταμένων συμπτωμάτων. εἰσὶ δ’ αὐτῶν αἱ πρῶται διαφοραὶ τέτταρες. τὰ μὲν γὰρ ὁρατὰ, τὰ δ’ ἀκουστὰ, τὰ δ’ ὀσφραντὰ, τὰ δὲ γευστὰ, τὰ δ’ ἁπτὰ τετύχηκεν ὄντα. τὰ μὲν οὖν ὁρατὰ τὴν γένεσιν ἐν ταῖς παρὰ φύσιν ἴσχει χροιαῖς, ἤτοι παντὸς ἅμα τοῦ σώματος, ἤ τινων μορίων ἤ τινος· ἅπαντος μὲν οὖν, ὡς ἐπὶ τῶν ἰκτεριώντων ἔχει, καὶ τῆς ἡπατίτιδός τε καὶ σπληνίτιδος ὀνομαζομένης
Work
Title: De Symptomatum Differentiis
English: Differences of Symptoms
Original: Περὶ τῶν συμπτωμάτων διαφορᾶς
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 42-84
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_057.xml [86 Kb]