De Symptomatum Differentiis (Differences of Symptoms)
Kühn 1824
νόσου, καί τισιν ὑδέρων εἴδεσιν· ἔν τινι δὲ, καθάπερ
ἔν τε τῇ γλώττῃ μόνῃ πολλάκις ὁρᾶταί τις ἐξαίρετος
ἄχροια, καὶ τοῖς ἐξ ἀποστημάτων μορίοις μελανθεῖσιν ἢ πελιδνοῖς
γενομένοις, οὕτω δὲ κᾀν τοῖς ἄνθραξι, κᾀν τοῖς ἐρυσιπέλασιν
ἕρπησί τε καὶ γαγγραίναις ὑπαλλάττεται τὰ κατὰ
φύσιν χρώματα. τούτου τοῦ γένους ἐστὶ καὶ ἀλφὸς, καὶ
λεύκη, καὶ ἐλέφας, καὶ τἄλλα ὅσα τοιαῦτα. καὶ γὰρ καὶ
ταῦτα τὰς κατὰ φύσιν ὑπαλλάττει χροιάς. καὶ μὲν δὴ καὶ
πολλοῖς ἅμα μορίοις ἐστὶν εὑρεῖν ποτε συμβαίνουσαν ἄχροιαν
ἐν πολλοῖς τῶν νοσημάτων, ἤτοι περὶ τὰ σκέλη μᾶλλον, ἢ
περὶ τὸ πρόσωπον, ἢ σύμπαν γε τὸ ἄνω τοῦ σώματος, ἢ
σύμπαν τὸ κάτω. τὰς μὲν οὖν ὁρατὰς διαφορὰς ἐν τούτοις
ἐπισκεπτέον, τὰς δ’ ὀσφρητὰς ἐπί τε τῆς ἀναπνοῆς καὶ τῆς
διαπνοῆς πρῶτον. ὀνομάζω δὲ τὴν μὲν διὰ λάφυγγος ὁλκήν
τε καὶ αὖθις ἔκπεμψιν τοῦ πέριξ ἀέρος, ἀναπνοήν· τὴν δὲ
καθ’ ὅλον τὸ σῶμα, διαπνοήν. αἱ τοίνυν κατὰ ταύτας γινόμεναι
δυσωδίαι παρὰ φύσιν ἐν τῷ τῶν συμπτωμάτων τετάξονται
γένει, μετὰ δὲ ταύτας αἱ κατὰ τὰ ὦτα καὶ ῥῖνας
Work
Title: De Symptomatum Differentiis
English: Differences of Symptoms
Original: Περὶ τῶν συμπτωμάτων διαφορᾶς
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 42-84
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_057.xml [86 Kb]