De Symptomatum Causis (Causes of Symptoms)
Kühn 1824
ὑάλῳ κεχυμένῃ κατά τε τὴν χρόαν καὶ τὴν σύστασιν, ὅν περ
δὴ καὶ ὑαλώδη χυμὸν οἱ περὶ τὸν Πραξαγόραν τε καὶ Φιλότιμον
ὀνομάζουσιν) οὐχ ἥκιστα δὲ καὶ φυσῶδες πνεῦμα ψυχρὸν,
ἢ ποτὸν, ἢ ἐδεστὸν, ἤ τι φάρμακον ἱκανῶς ψυχρὸν, αὐτό τε
τῆς κοιλίας τὸ στόμα καταψύχεται, καὶ σὺν αὐτῷ διὰ μὲν
τῶν νεύρων τὸν ἐγκέφαλον, διὰ δὲ τῆς μεγάλης ἀρτηρίας τὴν
καρδίαν συγκαταψύχει· τῇ μὲν τῶν νεύρων τοῦ γένους κοινωνίᾳ
τὸν ἐγκέφαλον, τῇ δὲ τῆς θέσεως ἐγγύτητι τὴν καρδίαν.
ἐπειδὰν μὲν γὰρ ἡ ἐκφυεῖσα τῆς καρδίας ἐπιβῇ τῆς
ῥάχεως ἡ μεγίστη τῶν ἀρτηριῶν, πρῶτον μὲν ζεύγνυταί τε
καὶ συνάπτεται δι’ ὑμένων τῷ στομάχῳ, μετ’ αὐτὸν δὲ τῷ
στόματι καὶ αὐτῇ τῇ γαστρὶ κατὰ μῆκος ὑποτείνεται κάτω
προϊοῦσα. διὰ ταύτης μὲν οὖν τῆς ἀρτηρίας μεγίστης τε
οὔσης καὶ ἐξ αὐτῆς τῆς καρδίας ἐκφυομένης, ἡ ἑτέρα τῶν ἀρχῶν
συμπαθεῖ τῷ στόματι τῆς κοιλίας· διὰ δὲ τῶν νεύρων
ὁ ἐγκέφαλος· ὥστ’ οὐδὲν θαυμαστὸν ἐπὶ ταῖς νόσοις αὐτοῦ
μέγιστά τε καὶ ἰσχυρότατα συμπτώματα καταλαμβάνειν τὸ
ζῶον. ὅστις μὲν οὖν ὁ τρόπος ἐστὶν ἑκάστου τῆς γενέσεως,
Work
Title: De Symptomatum Causis
English: Causes of Symptoms
Original: Περὶ αἰτιῶν συμπτωμάτων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 85-272
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_058.xml [385 Kb]