De Symptomatum Causis (Causes of Symptoms)
Kühn 1824
κινήσεις εἰσὶ τοῦ ἐγκεφάλου, καὶ διὰ τοῦτο καὶ τῶν κατὰ
μέρος ἁπάντων μελῶν· ἄμφω δ’ αὖ πάλιν θάτεραι καταλήψεις
τε καὶ ἡσυχίαι τῶν ἐνεργειῶν αὐτοῦ. κατὰ μέντοι τοὺς
ὅλου τοῦ σώματος σπασμοὺς ἄνευ παραφροσύνης ἢ κάρου τὸ
νόσημά ἐστι τοῦ κατὰ τὸν τράχηλον νωτιαίου, καθάπερ γε
κᾀπειδὰν ἤτοι χεὶρ ἢ σκέλος ἤτοι εἷς μῦς τείνηταί τε καὶ
σπᾶται βιαίως, ἑνὸς ἑκάστοτε νεύρου τοῦ κινοῦντος τὸ μέρος
ἡ βλάβη. ἥτις δ’ ἀκριβῶς ἐστιν ἡ αἰτία τοῦ νοσήματος ἐφ’
ᾧ σπᾶται τὰ μόρια, χαλεπὸν εἰπεῖν, ὥσπερ γε καὶ τρόμου
καὶ παλμοῦ καὶ ῥίγους. ὀνομάζω δὲ νῦν ῥῖγος οὐ τὴν τῆς
σφοδρᾶς ψυχρότητος αἴσθησιν, ἀλλὰ τὸν ἀνώμαλον ἅπαντος
τοῦ σώματος σεισμόν τε καὶ κλόνον. ἅπαντα γὰρ δὴ ταῦτα
φαίνεται καταλαμβάνοντα τὸ μυῶδες γένος ἢ μόνον ἢ μάλιστα
τῶν ἄλλων μορίων. ἀκριβέστερον δὲ εἰσόμεθα, διαστειλάμενοι
πρότερον αὐτῶν τὰς ἐννοίας. ἐν μὲν γὰρ τῷ
παρόντι τέτταρας ἐφθεγξάμεθα προσηγορίας, σπασμὸν καὶ
τρόμον καὶ παλμὸν καὶ ῥῖγος. ὁποῖον δὲ ἕκαστόν ἐστι
τῶν συμπτωμάτων, ἃ δηλοῦσι, παρ’ οὐδενὶ τῶν ἐμοῦ πρεσβυτέρων
Work
Title: De Symptomatum Causis
English: Causes of Symptoms
Original: Περὶ αἰτιῶν συμπτωμάτων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 85-272
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_058.xml [385 Kb]