De Symptomatum Causis (Causes of Symptoms)
Kühn 1824
ἐνεργούντων γίγνεσθαι; τοῦ τε νοσήματος ἅμα καὶ φύσεως.
ἀκούειν δὲ ἀξιῶ σε τοῦ τῆς φύσεως ὀνόματος ἐν τῷ λόγῳ τῷδε
κατὰ πάσης δυνάμεως τῆς διοικούσης τὸ ζῶον, εἴτε κατὰ τὴν
ἡμετέραν προαίρεσιν, εἴτε καὶ χωρὶς ταύτης. ἀντιδιαιροῦμεν
γὰρ νῦν ἁπάσῃ τῇ παρὰ φύσιν αἰτίᾳ, δι’ ἣν βλάπτεται καὶ
διαφθείρεται τὸ ζῶον, ὅλον ἐκεῖνο τὸ γένος τῶν δυνάμεων,
ὑφ’ οὗ διασώζεται. τοιαύτης μὲν οὖν δυνάμεως ἔργα, πταρμοὶ,
καὶ βῆχες, καὶ χάσμαι, καὶ σκορδινισμοὶ, καὶ λύγγες·
μόνου δὲ τοῦ νοσήματος ἐνεργοῦντος παλμὸς καὶ σπασμός·
ἀμφοῖν δὲ συνιόντων, τοῦ τε νοσήματος καὶ τῆς δυνάμεως, αἵ
τε ναρκώδεις ἅπασαι κινήσεις ὅσαι τ’ ἄλλαι παραλυομένων
μὲν, οὐδέπω δὲ παραλελυμένων γίγνονται, καὶ πρὸς ταύταις
ὁ τρόμος. αὗται μὲν αἱ πρῶται διαφοραὶ τοῦ νῦν ἡμῖν προκειμένου
γένους τῶν συμπτωμάτων. ἐφεξῆς δὲ καθ’ ἑκάστην
ἴδιαί τινες, ὑπὲρ ὧν ἤδη λέγωμεν, ἀπὸ τῶν ὑπό τινος ἐμφύτου
δυνάμεως γιγνομένων κινήσεων ἀρξάμενοι. κοινωνία
δὲ καὶ ταύταις ἐστὶ πρὸς τὰς ἀκριβῶς κατὰ φύσιν, ἣν
ἀναγκαῖον εἰπεῖν πρότερον ὑπὲρ τοῦ διδάξαι σαφῶς, ὁποία
Work
Title: De Symptomatum Causis
English: Causes of Symptoms
Original: Περὶ αἰτιῶν συμπτωμάτων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 85-272
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_058.xml [385 Kb]