
De Symptomatum Causis (Causes of Symptoms)
Kühn 1824
γίνεσθαι, δεδεμένης, ὡς ἂν εἴποι τις, ἐν τούτῳ τῷ
χρόνῳ τῆς δυνάμεως· τὴν δ’ ὅταν ἀνατεταμένον ἔχωμεν τὸ
κῶλον, ὑπὸ τῆς δυνάμεως· ἣν δ’ ἀρτίως ἐλέγομεν, ὑπ’ οὐδετέρου,
γινωσκόντων ἡμῶν ἅπερ ἐν τοῖς περὶ μυῶν κινήσεως
ἐλέχθη περὶ τῆς ἀνατεταμένης χειρὸς, ὡς ἐκ τοῦ τῶν ἐνεργειῶν
τε καὶ κινήσεών ἐστι γένους κατά γε τὴν ἀλήθειαν αὐτήν.
ἐλέχθη δὲ καὶ ὅτι τονικὴν ὀνομάζομεν ἡμεῖς τὴν κίνησιν
ταύτην. ἡ μὲν δὴ τοιαύτη κατάστασις ἑτέρῳ μὲν τρόπῳ κίνησις,
ἑτέρῳ δ’ ἀκινησία λέγοιτ’ ἄν· αἱ λοιπαὶ δὲ δύο κατ’
οὐδένα τρόπον ἐφάπτονται κινήσεως· ὥσπέρ γε καὶ αἱ λοιπαὶ
δύο κινήσεις, ἡ σπασμώδης τε καὶ ἡ προαιρετικὴ, κατ’ οὐδένα
τρόπον ἐφάπτονται ἀκινησίας. καὶ μὲν δὴ καὶ ὡς ἡ
ἀνατεταμένη χεὶρ ἐκ δυοῖν ἰσοσθενῶν ἐλέγετο συγκεῖσθαι κινήσεων,
ἄνω μὲν ἀναφερούσης αὐτὴν τῆς δυνάμεως, κάτω
δ’ ἀνθέλκοντος τοῦ συμφύτου βάρους, οὕτω καὶ ὁ τρόμος ἐκ
δυοῖν ἀποτελεῖται κινήσεων καὶ αὐτὸς, τῆς τε διὰ βάρος ἀπαγούσης
κάτω τὸ κῶλον, ἥν θ’ ἡ δύναμις εἰς τοὐναντίον ἀναφέρουσα
ποιεῖται. ἐπὶ μὲν οὖν τῆς ἐῤῥωμένης χειρὸς οὐδ’
ἐπὶ βραχὺ νικᾶται πρὸς τοῦ βάρους ἡ δύναμις, ἀλλ’ ἰσχυροτέρα
Work
Title: De Symptomatum Causis
English: Causes of Symptoms
Original: Περὶ αἰτιῶν συμπτωμάτων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 85-272
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_058.xml [385 Kb]