De Symptomatum Causis (Causes of Symptoms)
Kühn 1824
ἐπιῤῥεῖ ταχέως οὔτ’ ἀποῤῥεῖ, καὶ μάλιστ’ ἐν οἷς ἄρτι λέλεκται
μέρεσι τοῖς κατὰ τὸ πρόσωπον, ἐπὶ ψιλοῖς σχεδόν τι τοῖς
ὀστοῖς ἐπιτεταμένου τοῦ δέρματος· ἅστε ἀνάγκη τὴν ἐργαζομένην
τοὺς παλμοὺς αἰτίαν ἀερώδη τινὰ οὐσίαν ὑπάρχειν.
ἀλλ’ εἴπερ ὀλίγη τε εἴη αὕτη καὶ λεπτομερὴς, ἑτοίμως ἂν
διέῤῥει τοῦ σώματος. ἔοικε δ’ ἄρα παχυμερής τις εἶναι καὶ
ἀτμώδης καὶ τὸ πλῆθος ἀξιόλογον, ὡς πρὸς τὸ χωρίον, ἐν
ᾧπερ ἂν ἑκάστοτε συνίσταται. διαστέλλεται οὖν, ὡς εἰκὸς,
καὶ ἐξαίρει καὶ διαφυσᾷ τὸ μέρος, ἄχρι περ ἂν ὠθουμένη τε
καὶ βιαζομένη πρὸς τὸ συγγενὲς ἀναπνεύσῃ, ὁμοίου συμβαίνοντος
τοῦ κατὰ τὰς ἐν τοῖς ἑψομένοις χυλοῖς πομφόλυγας,
πλήν γε ὅτι ῥήγνυνται μὲν αἱ πομφόλυγες, τὸ παλλόμενον δ’
οὐ ῥήγνυται σῶμα διὰ τὴν ἰσχὺν, ἀλλ’ ἐξαίρεται μὲν, ἄχρι
περ ἂν ὠθῆταί τε καὶ διεξέρχηται δι’ αὐτοῦ τὸ πνεῦμα, καταπίπτει
δ’ αὖθις εἰς τὴν ἐξ ἀρχῆς ἕδραν, ἐπειδὰν ἐκκενωθῇ τε
καὶ διεξέλθῃ τὸ πᾶν. εὐλόγως δὲ καὶ τοῖς ψυχθεῖσιν ὁτιοῦν
μόριον οἱ παλμοὶ συμβαίνουσιν. ὃ γὰρ ἐν τῷ κατὰ φύσιν
ἔχειν ἀπέῤῥει λεπτυνόμενόν τε καὶ κατεργαζόμενον ἀκριβῶς
ὑπὸ τοῦ συμφύτου τοῖς ζώοις θερμοῦ, τοῦτο νῦν ἀῤῥωστήσαντος
Work
Title: De Symptomatum Causis
English: Causes of Symptoms
Original: Περὶ αἰτιῶν συμπτωμάτων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 85-272
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_058.xml [385 Kb]