De Symptomatum Causis (Causes of Symptoms)
Kühn 1824
ὀστοκόπῳ συνέχεσθαι, κινήσεως μὲν οὖν οὐδὲ βραχυτάτης
ἀνέχεται· θερμότητος δ’ ἐπιφανοῦς ἐστιν αἴσθησις αὐτοῖς
ἅμα καὶ τάσεως καὶ δήξεως, ἀναπεμπομένης εἰς ὅλον τοῦ
ζώου τὸν ὄγκον κακοχυμίας δαψιλοῦς. οὐδεὶς δ’ ἐπιχειρεῖ
τῶν οὕτως ἐχόντων σκορδινᾶσθαι, δεδιὼς ἅπασαν κίνησιν.
ἐν δὲ τοῖς ἑτέροις δυσὶ κόποις, ὧν τὸν μὲν ἑλκώδη καλεῖν
εἰώθασι, τὸν δὲ τονώδη, γίνεταί ποτε καὶ ἡ τοιαύτη κίνησις,
ὅταν ἤτοι σμικροὶ πάμπαν ὑπάρχωσιν, ἢ φυσώδεσί τε καὶ
ἀτμώδεσιν ἐπιγίγνωνται περιττώμασιν· ὁ γοῦν ἑλκώδης κόπος
ὅταν μείζων συστῇ, φέρουσι μὲν οὐδ’ οὗτοι κίνησιν οὐδεμίαν,
ἀλλ’ ὀδυνῶνται, καθάπερ ἕλκος, τὸ σῶμα καὶ φρίττουσιν.
ἐγγὺς δ’ ἥκουσιν, ἢν αὐξάνηται τὸ σύμπτωμα, τῆς φρικώδους
διαθέσεως· ἐν ἐκείνῃ γὰρ φρίττουσι καὶ πρὶν κινεῖσθαι.
ὥσπερ δ’ ὅταν ἑλκώδης αἴσθησις γίγνηται, κινούμενοι φρίττουσι,
καὶ μᾶλλον, εἰ σφοδρότερον· οὕτως ἡ φρικώδης διάθεσις,
ὅταν εἰς κίνησιν ἄγηται, ῥῖγος, ἐργάζεται. γίνεται
μὲν γὰρ ταῦτα πάντα διὰ δακνώδη περιττώματα· διαφέρει δ’
Work
Title: De Symptomatum Causis
English: Causes of Symptoms
Original: Περὶ αἰτιῶν συμπτωμάτων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 85-272
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_058.xml [385 Kb]