De Symptomatum Causis (Causes of Symptoms)
Kühn 1824
ταυτὶ μὲν οὖν ἅπαντα τὰ συμπτώματα περὶ τὸ δέρμα
καὶ τὰς ὑπ’ αὐτὸ σάρκας ἀθροιζομένης τῆς αἰτίας εἴωθε
συνίστασθαι. βῆχες δὲ καὶ πταρμοὶ καὶ λύγγες, αἱ μὲν βῆχες
ἐν τοῖς κατὰ πνεύμονά τε καὶ φάρυγγα καὶ θώρακα
τῶν αἰτίων συνισταμένων· οἱ πταρμοὶ δὲ ἐν τοῖς κατὰ τὰς
ῥῖνας· λύγγες δὲ ἐν τοῖς κατὰ γαστέρα καὶ στόμαχον. ἐν
ἅπασι δὲ τοῖς εἰρημένοις κοινὸν ἡ τῶν λυπούντων ἐκκριτικὴ
δύναμις, ἑαυτὴν ἐπεγείρουσα πρὸς τὰς σφοδροτάτας κινήσεις
ὑπὲρ τοῦ διώσασθαι τὰ λυποῦντα, καθάπερ ἔμπροσθεν εἴρηται
τά τ’ ἄλλα περὶ τῆς γενέσεως αὐτῶν καὶ ὅτι κατὰ συμβεβηκός
ποτε καὶ ὁ πταρμὸς τῶν κατὰ πνεύμονα συνεστώτων
ὑγρῶν ἴαμα καθίσταται, μὴ γινόμενος ἐκείνων ἕνεκεν. οὕτω
δὲ καὶ κατὰ τὴν γαστέρα καὶ τὸν στόμαχον, ἐφ’ οἷς αἱ λύγγες
συνίστανται, κατὰ συμβεβηκὸς ἐκκαθαίρουσιν οἱ πταρμοὶ, καὶ
ταύτῃ γίγνονται λυγγῶν ἰάματα. συνεπωθοῦσι γὰρ τὴν κοιλίαν
οἱ κατεπιγάστριοι μύες ἐκτεινόμενοί τε καὶ προστέλλοντες,
ὡς βιαιοτέραν γίνεσθαι τὴν ἔμπτωσιν αὐτοῖς τοῖς λυποῦσιν
αἰτίοις, ἃ διώσασθαι σπεύδει. εἴρηταί μοι σχεδὸν ἅπαντα
Work
Title: De Symptomatum Causis
English: Causes of Symptoms
Original: Περὶ αἰτιῶν συμπτωμάτων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 85-272
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_058.xml [385 Kb]