
De Symptomatum Causis (Causes of Symptoms)
Kühn 1824
συμπτωμάτων διαφορᾶς· ὁποία δέ τις ἑκάστη τῶν εἰρημένων
ἐστὶ κινήσεων, ἥ τις τε ἡ καθ’ ἑκάστην αὐτῶν αἰτία, διὰ τοῦ
προτέρου δεδήλωται λόγου. νυνὶ δὲ τοσοῦτον ἔτι προσθετέον,
ὡς ἐπιμίγνυται τά τε νοσήματα καὶ τὰ συμπτώματα τῆς
καθεκτικῆς καὶ ἐκκριτικῆς δυνάμεως. αὐτίκα ἡ οἷον σπασμώδης
κίνησις τῆς γαστρὸς, ἥπερ ἐν τῷ λύζειν συμπίπτει, σπασμὸς
μὲν ἀκριβῶς οὐκ ἔστιν, ὅς γε μόνοις γίγνεται τοῖς μυσὶν,
(ἡ δέ γε γαστὴρ οὔτ’ αὐτὴ μῦς ἐστιν οὔτε στόμαχος αὐτῆς)
οἷον σπασμὸς δέ τις, ἀμφοτέρων κοινόν τι σύμπτωμα τῶν
δυνάμεων· τῆς μὲν καθεκτικῆς, ὅτι μοχθηρῶς τε καὶ οὐ κατὰ
φύσιν ἡ γαστὴρ λύζουσα περιστέλλεται τοῖς σιτίοις· τῆς δὲ ἐκκριτικῆς,
διότι πρώτως ἐκείνης αὐτῆς ἐστιν ἡ κίνησις ἡ πλημμελὴς,
ἀποτρίψασθαί τι τῶν λυπούντων ἐφιεμένης. ἔστι δὲ
οὐχ ἡ αὐτὴ κίνησις, ὅτι μηδὲ ἡ αὐτὴ διάθεσις, ἐμοῦσί τε καὶ
λύζουσιν. ἐν μὲν γὰρ τοῖς ἐμέτοις τὰ κατὰ τὴν εὐρυχωρίαν
ἐκκρίνουσιν· ἐν δὲ τῷ λύζειν τὰ κατ’ αὐτὸ τῆς γαστρὸς
τὸ σῶμα, παραπλησίας τῆς τε διαθέσεως καὶ τῆς κινήσεως
Work
Title: De Symptomatum Causis
English: Causes of Symptoms
Original: Περὶ αἰτιῶν συμπτωμάτων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 85-272
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_058.xml [385 Kb]