De Symptomatum Causis (Causes of Symptoms)
Kühn 1824
θέμενοι· τῆς δέ γε μελαίνης σαρκὸς ἅμα καὶ ὀχθώδους ἀπὸ
τοῦ ζώου τοῦ ἐλέφαντος ἐποίησαν τοὔνομα. γίγνεται δὲ κᾀκείνη
κατὰ τὸν αὐτὸν τρόπον τῇ λεύκῃ, χρόνῳ παμπόλλῳ μελαγχολικῆς
ἐπιῤῥεούσης τροφῆς τῇ σαρκί. τῶν δὲ ἀλφῶν ἡ
γένεσις ὁμοειδὴς μέν ἐστι τοῖς εἰρημένοις πάθεσιν, οὐ μὴν αὐτῆς
γε δι’ ὅλου πεπονθυίας τῆς σαρκὸς, ἀλλ’ ἐπιπολῆς τοῦ
δέρματος οἷον λεπίδες τινὲς ἐπιπεπήγασιν οἱ ἀλφοὶ, λευκοὶ
μὲν ἐκ φλεγματικοῦ, μέλανες δὲ ἐκ μελαγχολικοῦ γινόμενοι χυμοῦ.
πηλίκα δὲ δύναται τροφὴ, καὶ ὡς μέγιστα πρὸς ἀλλοίωσιν
σαρκὸς, εἴρηται καὶ Ἀριστοτέλει μεμνημένῳ χωρίων,
ἐν οἷς ἀλλοιοῦται τὰ βοσκήματα μεθιστάμενα χρόαν τε καὶ
ἄλλας αἰσθητὰς διαφοράς. ὅσοι δ’ οὐ συγχωροῦσιν ὑπὸ
τροφῆς ἀλλοιοῦσθαι τὰ τρεφόμενα, κρατουμένου γὰρ οὐ κρατοῦντος
ὄνομα ὑπάρχειν τὴν τροφὴν, οὔτε περὶ τῆς κατὰ τὰ
ζῶα μεταβολῆς οὔτε πολὺ μᾶλλον ἔτι περὶ τῆς κατὰ τὰ φυτὰ
δύνανται λέγειν ὑγιὲς μηδὲν, ἀλλ’ ἀποροῦνται παντάπασιν ὑπὸ
τῶν πραγμάτων ἐναργῶς ἅπασι φαινομένων. τὰ μὲν γὰρ τοῦ
Περσικοῦ φυτοῦ τοῦ μετακομισθέντος ἐκ Περσῶν εἰς Αἴγυπτόν
Work
Title: De Symptomatum Causis
English: Causes of Symptoms
Original: Περὶ αἰτιῶν συμπτωμάτων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 85-272
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_058.xml [385 Kb]