
De Symptomatum Causis (Causes of Symptoms)
Kühn 1824
τὴν δύναμιν, ἢ δι’ ἀναστόμωσιν ἢ ῥῆξιν ἢ διάβρωσιν ὀργάνου
τινὸς, ὥσπερ ἀμέλει καὶ ἡ τοῦ αἵματος ἔκκρισις· οὐδὲν γὰρ
χεῖρον ἀπὸ ταύτης ἄρξασθαι, διότι τῷ γένει δοκεῖ παρὰ φύσιν
ὑπάρχειν ὡς πολλά· πλὴν γὰρ ὅσα διὰ μήτρας αἱμοῤῥαγοῦσι
γυναῖκες, αἱ μὲν ἄλλαι πᾶσαι κενώσεις τοῦ αἵματος ὅλῳ τῷ
γένει παρὰ φύσιν εἰσίν· ἐκεῖναι δὲ τῷ ποσῷ μόνον. αἱ μὲν
δὴ ῥήξεις αἱ τῶν ἀγγείων ἤτοι διά τινα τῶν ἔξωθεν γίγνονται
πληγῶν, ἢ λακτίσαντός τινος ἢ πατάξαντος ἢ ὁπωσοῦν ἄλλως
ἰσχυρῶς πληγέντος τοῦ ἀνθρώπου· γίγνονται μὲν καὶ
πηδήσασι μέγα, καὶ κατενεχθεῖσιν ἐπὶ τὴν γῆν ἀφ’ ὑψηλοῦ,
καὶ διὰ κραυγὴν ὀξεῖάν τε καὶ μεγάλην, ἐπειδὴ καὶ κατὰ ταύτην
ἐπὶ πλεῖστον τείνεται τὰ φωνητικὰ τῶν ὀργάνων μόρια.
τῷ λόγῳ δὲ τῆς τάσεως ἀναῤῥήγνυται καὶ ὅσα πηδώντων
ἐβλάβη· τὰ δὲ ἐξ ὑψηλοῦ κατενεχθέντων ἐν τῷ τῶν πληγῶν
ἐστι γένει. διαφέρει γὰρ οὐδὲν ἢ ὑπὸ λίθου τινὸς ἐμπεσόντος
ἔξωθεν θλασθῆναί τι μέρος, ἢ αὐτοῦ τοῦ κατενεχθέντος ἰσχυρῶς
ἐμπεσόντος τῷ δαπέδῳ. ταῦτα μὲν οὖν ἀγγείου ῥήξεως
Work
Title: De Symptomatum Causis
English: Causes of Symptoms
Original: Περὶ αἰτιῶν συμπτωμάτων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 85-272
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_058.xml [385 Kb]