De Symptomatum Causis (Causes of Symptoms)
Kühn 1824
τῇ δὲ τῶν ἐντέρων αὐτῶν ἐνεργείᾳ προωθεῖται τὰ σφηνούμενα
κατὰ τὰς ἕλικας αὐτῶν ἐχόντων δύναμιν ἔμφυτον ἀποκριτικὴν
τῶν ἀνιώντων αὐτά. τὰ δ’ ὑγρὰ καὶ γλίσχρα σιτία
διεξέρχεται ῥᾷον, εἴτε τῷ βάρει καὶ τῷ σεισμῷ τοῦ σώματος,
εἴτε τῇ τῶν ἐντέρων ἐνεργείᾳ προωθοῖτο. ταχείας μὲν οὖν
διεξόδου λέλεκται τὰ αἴτια. ὀψιαίτερον δὲ τοῦ συνήθους
ἀποκρίνει ἡ κάτω γαστὴρ, ἤτοι δι’ ἀτονίαν, ἢ διὰ δυσαισθησίαν
τῶν ἐντέρων, ἢ δι’ ὀλιγότητα τῶν ἐδεσμάτων, ἢ διὰ
ποιότητα. τά τε γὰρ ἄτονα προωθεῖν οὐ σθένει· τὰ
δὲ δυσαίσθητα τῶν λυπούντων ἀμυδρῶς αἰσθάνεται, τῆς λύπης
δ’ ἦν αὐτοῖς ἴασις ἡ ἔκκρισις. καὶ μὲν δὴ καὶ αὐτῶν τῶν
σιτίων τὰ μὲν ἐλάττω τοῦ δέοντος ὀλίγον ἴσχει τὸ περιττὸν,
ὥστ’ οὐχ ὁμοίως βαρύνει· τὰ δὲ παχέα καὶ στρυφνὰ βραδύπορα
πάντ’ ἐστὶν ἐναντίως τοῖς γλίσχροις τε καὶ ὑγροῖς. οὐ
μόνον δὲ ἀτονίᾳ τῶν ἐντέρων, ἀλλὰ καὶ τῶν κατ’ ἐπιγάστριον
μυῶν ἡ διαχώρησις βραδύνει, καὶ μάλιστ’ ἐπειδὰν
σκληρότερα τύχῃ γενόμενα τὰ περιττώματα. τηνικαῦτα γὰρ
Work
Title: De Symptomatum Causis
English: Causes of Symptoms
Original: Περὶ αἰτιῶν συμπτωμάτων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 85-272
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_058.xml [385 Kb]