De Symptomatum Causis (Causes of Symptoms)
Kühn 1824
χρόνον ἐλάχιστον, ὡς ἀπὸ μιᾶς ἢ δευτέρας ἐρυγῆς ἐκκενοῦσθαι.
ἡ δὲ ἐνεργοῦσα μὲν ἀμφὶ τὰ σιτία θερμότης ἐνδεέστερον
μέν πως διαλύει αὐτὰ, κατεργάζεται δὲ οὐκ ἀκριβῶς,
κᾀντεῦθεν ἡ τοῦ φυσώδους πνεύματος γένεσις. ἑνὶ δὲ λόγῳ,
καθάπερ ἐκτὸς αἵ τε ψυχρόταται καταστάσεις αἱ αἴθριοι, μάλιστα
δ’ ἐν τοῖς βορείοις γίγνεσθαι πεφύκασιν· αἵ τε θερμόταται
θέρους ὥρᾳ συνιστάμεναι καθαρὸν ἀπεργάζονται τὸ
περιέχον· αἱ μεταξὺ δ’ αὐτῶν εἰσιν αἱ τὴν ὁμίχλην γεννῶσαι·
κατὰ τὸν αὐτὸν τρόπον ἐν τοῖς ζώοις οὔτε ταῖς ἐσχάταις
ἀτονίαις τῆς θερμασίας, οὔθ’ ὅταν ἰσχυρῶς εὐρωστῇ, κατὰ
δὲ τὰς μεταξὺ τούτων ἀπογεννᾶται τὸ φυσῶδες περίττωμα.
καὶ τοῦτο διὰ μὲν τοῦ στόματος ἐκκρινόμενον ἐρυγὴν ἐργάζεται,
διὰ δὲ τοῦ κάτω πέρατος ἤτοι ψοφοῦσαν ἢ ἄψοφον
φύσαν· ἐπειδὰν δὲ μηδ’ ἑτέροις ἐκφέρηται, τὴν ἐμπνευμάτωσιν
ὀνομαζομένην ἀποτελεῖ, σύμπτωμα γαστρὸς ἀτονούσης
ἐκκρίνειν τὸ περιττωματικόν τε καὶ ὁμιχλῶδες πνεῦμα. κατὰ
τὰ μόρια δὲ ἄλλοτε ἄλλα τῶν ἐντέρων, ἐπειδὰν συνίσταταί
τε καὶ κινεῖται τὸ τοιοῦτον πνεῦμα, πολυειδεῖς ἀποτελεῖ τοὺς
Work
Title: De Symptomatum Causis
English: Causes of Symptoms
Original: Περὶ αἰτιῶν συμπτωμάτων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 85-272
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_058.xml [385 Kb]