
De Symptomatum Causis (Causes of Symptoms)
Kühn 1824
μὲν ξηρὸν καὶ θερμόν ἐστι νόσημα. καὶ διὰ τοῦτο ταῖς
πρακτικαῖς ἐνεργείαις εὐρωστότατον· ὁ δὲ λήθαργος ἄῤῥωστον,
ὑγρότητι δαψιλεῖ τε καὶ ψυχρᾷ διαβρέχων τὰ μόρια.
τοιοῦτον δέ τι καὶ τὸ τῶν ὑδέρων ἐστὶ γένος, καὶ
μάλιστα τῶν λευκοφλεγματιῶν τε καὶ ἀνὰ σάρκα. καὶ
πανταχοῦ δὲ τὸ ψυχρὸν ἀσθενέστερόν τε καὶ ναρκῶδές ἐστιν,
ἄν τε μετὰ ξηρότητος, ἄν τε μεθ’ ὑγρότητος ᾖ. κατὰ δὲ τὸν
αὐτὸν τρόπον αἱ καθεκτικαὶ τῶν φυσικῶν δυνάμεων εὐρωστότεραι
μὲν ἐπὶ ξηροτέροις τε καὶ θερμοτέροις ὀργάνοις,
ἀῤῥωστότεραι δὲ ἐφ’ ὑγροτέροις καὶ ψυχροτέροις,
εἴτ’ ἐκ γενετῆς εἰσιν, εἴτ’ ἄλλως ἐπιγένοιντο. προσέχειν
δὲ τὸν νοῦν χρὴ ἐφ’ ἑκάστου μορίου τῷ ποσῷ τῆς ἀμετρίας,
οἷον αὐτίκα νεῦρα μὲν καὶ τένοντας καὶ μῦς
καὶ συνδέσμους εἰς ὅσον ξηροτέρους, εἰς τοσοῦτον καὶ
ῥωμαλεωτέρους ὑπάρχειν ἀναγκαῖον, ἄχρι τῆς ἀμετρίας ἐκείνης,
ἐν ᾗ δυσκαμπεῖς τε γίγνονται διὰ σκληρότητα καὶ
οἷον κραῦροι διὰ ξηρότητα. σπάσμασι γὰρ οὕτως ἁλίσκονται.
τὰ δ’ αὖ φυσικὰ τῶν ὀργάνων εἰς ὅσον μὲν
Work
Title: De Symptomatum Causis
English: Causes of Symptoms
Original: Περὶ αἰτιῶν συμπτωμάτων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 85-272
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_058.xml [385 Kb]