
De Symptomatum Causis (Causes of Symptoms)
Kühn 1824
ὑγρότερα, τρέφεσθαι βελτίω, κᾂν ἐσχάτως ὑγρὰ ταῖς κράσεσιν
ὑπάρχῃ· πρὸς δὲ τὰς πέψεις οὔτε βελτίω σφῶν
αὐτῶν οὔτε τῶν ξηροτέρων, εἰ καὶ ὁμοίως εἴη θερμὰ,
πλὴν εἴ γε τροφὴν ξηρὰν δοίης ὀργάνῳ ξηρῷ καὶ αὐχμώδει,
μὴ μίξας ὑγρότητος αὐτῇ δαψιλοῦς. εἰς δὲ τὰς ἀναδόσεις
τε καὶ τὰς ἀποκρίσεις τὰ λίαν σκληρὰ σώματα
μοχθηρά· καὶ γὰρ καὶ διαστέλλεται καὶ συστέλλεται χαλεπώτερον,
ὧν τὸ μὲν ὁλκὴν ἐργάζεται, τὸ δὲ ἔκκρισιν.
ἴνα δὲ καὶ εἰς ὀλίγους ἀποβλέπῃ τις σκοποὺς, ἐν κεφαλαίοις
διαιρήσω τὸ πᾶν. αἱ μὲν τῆς θερμασίας αὐξήσεις
ἀλλοιοῦσιν ἱκανώτερον ἄχρι περ ἂν εἰς τοσοῦτον ἥκωσιν
ἰσχύος, ὡς μηδέπω συντήκειν· τότε γὰρ πρῶτον εἰς
ἅπαν ἄχρηστοι· αἱ δὲ ψυχρότητες εἰς οὐδεμίαν ἐνέργειαν
χρησταί· ξηρότητες δὲ εἰς ῥώμην καὶ τόνον, ἄχρι τοῦ
μηδέπω δυσκίνητα μηδὲ εὔρηκτα ποιεῖν· ὑγρότητες δὲ εἰς
μὲν τὰς θρέψεις ἐπιτηδειόταται, πρὸς δὲ τὰς ἄλλας ἐνεργείας
ἐναντιώταται, πλὴν αὐξήσεως, εἰς ταύτην δὲ πλέον
ἢ κατὰ τὴν θρέψιν ὑπάρχουσι χρησταὶ, διατείνεσθαί τε
Work
Title: De Symptomatum Causis
English: Causes of Symptoms
Original: Περὶ αἰτιῶν συμπτωμάτων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 85-272
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_058.xml [385 Kb]