
De Symptomatum Causis (Causes of Symptoms)
Kühn 1824
αἴτιος ὁ ἐγκέφαλος, ἐν μὲν ταῖς ψύξεσιν ὡς ὁμοιομερὴς
εἰς δυσκρασίαν ἀγόμενος, ὁμοίως δὲ κᾀν ταῖς ἐκκαύσεσιν·
ὡς ὀργανικὸς δὲ, πληρούμενος. ὁποῖον οὖν ἡ
διάῤῥοια πάθος ἐν τῇ γαστρὶ κατὰ δυσπεψίαν γίγνεται,
τοιοῦτον ἑκάτερον τῶν εἰρημένων ἐν ἐγκεφάλῳ· κατάῤῥουν
μὲν ὀνομαζόντων ἡμῶν, ἐπειδὰν εἰς τὸ στόμα καταῤῥέῃ
τὸ περίττωμα· κόρυζαν δὲ, ἐπειδὰν εἰς τὰς ῥῖνας· ὁ δὲ
βράγχος ἐπὶ κατάῤῥοις γίγνεται, διαβραχείσης τῆς φάρυγγος.
εἰ δὲ εἰς τὸν γαργαρεῶνα κατασκήψειε τὸ ῥεῦμα,
ἤτοι τὴν καλουμένην ἐν αὐτῷ σταφυλὴν ἐγέννησεν, ἢ ἄλλως
εἰς ὄγκον ἔγειρεν αὐτόν· εἰ δὲ εἰς τοὺς ἑκατέρωθεν
ἀντικειμένους ἀλλήλοις ἀδένας ἐν τῷ πέρατι τοῦ στόματος,
ἀντιάδας· εἰ δὲ εἰς τὰ τούτων ἐχόμενα, παρίσθμια.
καταφέρεται δὲ καὶ εἰς τὴν γαστέρα τὸ ἀπὸ τῆς κεφαλῆς
ῥεῦμα καὶ εἰς τὴν τραχεῖαν ἀρτηρίαν, ἑκατέροις μεγάλως
λυμαινόμενον. ἀλλὰ τὰς μὲν ἐκ τῶν τοιούτων ῥευμάτων
βλάβας ἄλλοι τε πρὸ ἡμῶν ἐπιμελέστερον ἐξήγηνται καὶ
ἡμεῖς ἐροῦμεν ἐπὶ πλέον ὑπὲρ αὐτῶν ἐν τοῖς θεραπευτικοῖς·
ὑπὲρ δὲ τῶν πνεύμονός τε καὶ θώρακος ἀναπτυομένων
Work
Title: De Symptomatum Causis
English: Causes of Symptoms
Original: Περὶ αἰτιῶν συμπτωμάτων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 85-272
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_058.xml [385 Kb]