
De Symptomatum Causis (Causes of Symptoms)
Kühn 1824
αἷμα. τούτου δ’ ἐστὶ τοῦ γένους καὶ ἡ κακοχυμία πᾶσα,
κατὰ τὴν ἑαυτῆς ἰδέαν ἀλλοιοῦσα καὶ τὴν ἅπαντος τοῦ σώματος
χροιὰν, ἐν ἰκτέροις τε καὶ ὑδέροις καὶ ἐλέφασι καὶ σπληνὸς
καὶ ἥπατος ἀτονίαις. ἀνάλογον δὲ καὶ αἱ καθ’ ὁτιοῦν
μόριον ἄχροιαι συστήσονται. τὰ δὲ κατὰ φύσιν ὑπαλλαχθήσεται
σχήματα, πληρουμένων ἀμετρότερον, ἢ κενουμένων τῶν
μορίων, ἢ τῆς οἰκείας χώρας μεθισταμένων, ἢ παρασπωμένων.
αἰτίαι δὲ δήπου καθ’ ἕκαστον αὐτῶν πλείους εἰσὶν, ἃς
οὐδὲν ἔτι χαλεπὸν ἐξευρίσκειν, ὅτῳ μὴ παρέργως ἀνεγνώσθη
τὰ πρόσθεν. οὕτω δὲ καὶ τὰς τῶν δυσωδιῶν αἰτίας, ἢ μαλακοτήτων,
ἢ σκληροτήτων, ἢ τῶν ἄλλων ὅσα τούτοις ἀνάλογόν
ἐστιν, οὐ χαλεπὸν ἐξευρίσκειν, ἀπὸ τῶν προειρημένων
ὁρμώμενον. οὐ μὴν ἀλλὰ καὶ κατὰ τὸ τελευταῖον ἤδη μοι
μέρος εἴρηται τοῦ συγγράμματος, ὃ περὶ τῆς τῶν συμπτωμάτων
διαφορᾶς ἐπιγέγραπται. οὔκουν ἔτι χρὴ μηκύνειν
ὑπὲρ τῶν αὐτῶν, ἀλλ’ ἐν τῷδε τῶν ἐν τοῖς συμπτώμασιν
αἰτίων ἡ πραγματεία τέλος ἐχέτω, τοῦτο ἔτι μόνον προσθέντων
ἡμῶν, ὅπερ ἀνεβαλλόμην ἐν τῷ περὶ τῆς τῶν συμπτωμάτων
Work
Title: De Symptomatum Causis
English: Causes of Symptoms
Original: Περὶ αἰτιῶν συμπτωμάτων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Series: Claudii Galeni Opera Omnia
Volume: 7
Pages: 85-272
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_058.xml [385 Kb]